παρεῖναι γὰρ αὐτὴν ἐξ Ὑπερβορέων ἐπ’ ἀγαθῷ δαίμονι τῇ τε πόλει πάσῃ καὶ τῷ βασιλεῖ. πάντων δὲ προσκυνούντων καὶ τιμώντων τὴν θεὸν θυσίαις, καὶ τὸ σύνολον τῆς πόλεως ἁπάσης συνενθεαζούσης, εἰσβαλεῖν τὴν Μήδειαν εἰς τὰ βασίλεια, καὶ τόν τε Πελίαν εἰς δεισιδαίμονα διάθεσιν ἐμβαλεῖν καὶ τὰς θυγατέρας αὐτοῦ διὰ τῆς τερατείας εἰς τοιαύτην κατάπληξιν ἀγαγεῖν ὥστε πιστεῦσαι διότι πάρεστιν ἡ θεὸς εὐδαίμονα ποιήσουσα τὸν οἶκον τοῦ βασιλέως· ἀπεφαίνετο γὰρ ἐπὶ δρακόντων ὀχουμένην τὴν Ἄρτεμιν δι’ ἀέρος ὑπερπετασθῆναι πολλὰ μέρη τῆς οἰκουμένης, καὶ πρὸς καθίδρυσιν ἑαυτῆς καὶ τιμὰς αἰωνίους ἐκλελέχθαι τὸν εὐσεβέστατον ἁπάντων τῶν βασιλέων· προστεταχέναι δ’ αὐτῇ καὶ τὸ γῆρας ἀφελοῦσαν τὸ Πελίου διά τινων δυνάμεων νέον παντελῶς ποιῆσαι τὸ σῶμα καὶ πολλὰ ἕτερα πρὸς μακάριον καὶ θεοφιλῆ βίον δωρήσασθαι. ἐκπληττομένου δὲ τοῦ βασιλέως τὸ παράδοξον τῶν λόγων, ἐπαγγείλασθαι τὴν Μήδειαν παραχρῆμα ἐπὶ τοῦ σώματος ἑαυτῆς τὰς τούτων πίστεις παρέξεσθαι. εἰποῦσαν γὰρ μιᾷ τῶν Πελίου θυγατέρων καθαρὸν ἐνεγκεῖν ὕδωρ, καὶ τῆς παρθένου τὸ ῥηθὲν εὐθὺς ἐπὶ τέλος ἀγαγούσης, φασὶν εἰς οἰκίσκον τινὰ συγκλείσασαν ἑαυτὴν καὶ περινιψαμένην τὸ σῶμα πᾶν ἀποκλύσασθαι τὰς τῶν φαρμάκων δυνάμεις· ἀποκατασταθεῖσαν δ’ εἰς τὴν προϋπάρχουσαν διάθεσιν καὶ φανεῖσαν τῷ βασιλεῖ καταπλήξασθαι τοὺς ὁρῶν-
Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/576
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
476
DIODORI SICULI