Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/575

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
475
IV 50. 51.

καὶ τρισὶν ἀνδράσι περιγενέσθαι βασιλέως δύναμιν ἔχοντος καὶ πόλεις ἀξιολόγους. τοιαύτης δ’ οὔσης ἐν αὐτοῖς ἀπορίας, λέγεται τὴν Μήδειαν ἐπαγγείλασθαι δι’ ἑαυτῆς τόν τε Πελίαν ἀποκτενεῖν δόλῳ καὶ τὰ βασίλεια παραδώσειν τοῖς ἀριστεῦσιν ἀκινδύνως. ἐνταῦθα πάντων θαυμασάντων τὸν λόγον καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς μαθεῖν ζητούντων, εἰπεῖν ὅτι κομίζει μεθ’ ἑαυτῆς πολλὰς καὶ παραδόξους δυνάμεις φαρμάκων εὑρημένας ὑπό τε τῆς μητρὸς Ἑκάτης καὶ τῆς ἀδελφῆς Κίρκης· καὶ ταύταις μὲν μηδέποτε χρῆσθαι πρότερον πρὸς ἀπώλειαν ἀνθρώπων, νυνὶ δὲ δι’ αὐτῶν ἀμυνεῖσθαι ῥᾳδίως τοὺς ἀξίους τιμωρίας. προειποῦσαν δὲ τοῖς ἀριστεῦσι τὰ κατὰ μέρος τῆς ἐπιθέσεως, ἐκ τῶν βασιλείων αὐτοῖς ἐπαγγείλασθαι σημανεῖν τῆς μὲν ἡμέρας καπνῷ, τῆς δὲ νυκτὸς πυρί, πρὸς τὴν ὑπερκειμένην τῆς θαλάττης σκοπήν. 51  αὐτὴν δὲ κατασκευάσασαν Ἀρτέμιδος εἴδωλον κοῖλον, εἰς μὲν τοῦτο παντοδαπὰς φύσεις φαρμάκων κατακρύψαι, ἑαυτῆς δὲ τὰς μὲν τρίχας δυνάμεσί τισι χρίσασαν ποιῆσαι πολιάς, τὸ δὲ πρόσωπον καὶ τὸ σῶμα ῥυτίδων πλῆρες, ὥστε τοὺς ἰδόντας δοκεῖν εἶναί τινα παντελῶς πρεσβῦτιν· τὸ δὲ τελευταῖον ἀναλαβοῦσαν τὴν θεὸν διεσκευασμένην καταπληκτικῶς εἰς ὄχλων δεισιδαιμονίαν, εἰς τὴν πόλιν εἰσβαλεῖν ἅμ’ ἡμέρᾳ. ἐνθεαζούσης δ’ αὐτῆς, καὶ τοῦ πλήθους κατὰ τὰς ὁδοὺς συντρέχοντος, παραγγέλλειν πᾶσι δέχεσθαι τὴν θεὸν εὐσεβῶς·