Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/577

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
477
IV 51. 52.

τας, καὶ δόξαι τινὶ θεῶν προνοίᾳ μετηλλαχέναι τὸ γῆρας εἰς παρθένου νεότητα καὶ κάλλος περίβλεπτον. ποιῆσαι δ’ αὐτὴν καὶ διά τινων φαρμάκων εἴδωλα φαντασθῆναι τῶν δρακόντων, ἐφ’ ὧν ἀποφαίνεσθαι τὴν θεὸν κομισθεῖσαν δι’ ἀέρος ἐξ Ὑπερβορέων ἐπιξενωθῆναι τῷ Πελίᾳ. τῶν δ’ ἐνεργημάτων ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν φανέντων, καὶ τοῦ βασιλέως μεγάλης ἀποδοχῆς ἀξιοῦντος τὴν Μήδειαν καὶ τὸ σύνολον πιστεύσαντος ἀληθῆ λέγειν, φασὶν αὐτὴν κατὰ μόνας ἐντυχοῦσαν τῷ Πελίᾳ παρακαλέσαι ταῖς θυγατράσι διακελεύσασθαι συνεργεῖν καὶ πράττειν ἅπερ ἂν αὐταῖς προστάττῃ· προσήκειν γὰρ τῷ τοῦ βασιλέως σώματι μὴ δουλικαῖς χερσίν, ἀλλὰ ταῖς τῶν τέκνων θεραπευθέντα τυχεῖν τῆς παρὰ θεῶν εὐεργεσίας. διόπερ τοῦ Πελίου ταῖς θυγατράσι διαρρήδην εἰπόντος πάντα πράττειν ὅσα ἂν ἡ Μήδεια προστάττῃ περὶ τὸ σῶμα τοῦ πατρός, τὰς μὲν παρθένους ἑτοίμους οὔσας τὸ κελευόμενον ἐπιτελεῖν, 52  τὴν δὲ Μήδειαν νυκτὸς ἐπιγενομένης καὶ τοῦ Πελίου πρὸς ὕπνον τραπέντος λέγειν ὡς ἀναγκαῖον ἐν λέβητι καθεψῆσαι τὸ σῶμα τοῦ Πελίου. προσάντως δὲ τῶν παρθένων δεξαμένων τὸν λόγον, ἑτέραν αὐτὴν ἐπινοῆσαι πίστιν τῶν ὑπ’ αὐτῆς λεγομένων· τρεφομένου γὰρ κριοῦ πολυετοῦς κατὰ τὴν οἰκίαν, ἐπαγγείλασθαι ταῖς κόραις τοῦτον πρότερον καθεψή-