Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/437

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
337
IIΙ 45. 46.

πᾶσαν ἐπέχει φυσικὴ διὰ τὸ πάντα σχεδὸν τὰ ταῖς ὀσμαῖς πρωτεύοντα φύεσθαι κατὰ τὴν χώραν ἀνέκλειπτα. κατὰ μὲν γὰρ τὴν παράλιον φύεται τὸ καλούμενον βάλσαμον καὶ κασία καὶ πόα τις ἄλλη ἰδιάζουσαν φύσιν ἔχουσα· αὕτη δὲ πρόσφατος μὲν οὖσα τοῖς ὄμμασι προσηνεστάτην παρέχεται τέρψιν, ἐγχρονισθεῖσα δὲ συντόμως γίνεται ἐξίτηλος. κατὰ δὲ τὴν μεσόγειον ὑπάρχουσι δρυμοὶ συνηρεφεῖς, καθ’ οὕς ἐστι δένδρα μεγάλα λιβανωτοῦ καὶ σμύρνης, πρὸς δὲ τούτοις φοίνικος καὶ καλάμου καὶ κιναμώμου καὶ τῶν ἄλλων τῶν τούτοις ὁμοίαν ἐχόντων τὴν εὐωδίαν· οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν τὰς ἑκάστων ἰδιότητάς τε καὶ φύσεις διὰ τὸ πλῆθος καὶ τὴν ὑπερβολὴν τῆς ἐκ πάντων ἀθροιζομένης ὀσμῆς. θεία γάρ τις φαίνεται καὶ λόγου κρείττων ἡ προσπίπτουσα καὶ κινοῦσα τὰς ἑκάστων αἰσθήσεις εὐωδία. καὶ γὰρ τοὺς παραπλέοντας, καίπερ πολὺ τῆς χέρσου κεχωρισμένους, οὐκ ἀμοίρους ποιεῖ τῆς τοιαύτης ἀπολαύσεως· κατὰ γὰρ τὴν θερινὴν ὥραν, ὅταν ἄνεμος ἀπόγειος γένηται, συμβαίνει τὰς ἀπὸ τῶν σμυρνοφόρων δένδρων καὶ τῶν ἄλλων τῶν τοιούτων ἀποπνεομένας εὐωδίας διικνεῖσθαι πρὸς τὰ πλησίον μέρη τῆς θαλάττης· οὐ γὰρ ὥσπερ παρ’ ἡμῖν ἀποκειμένην καὶ παλαιὰν ἔχει τὴν τῶν ἀρωμάτων φύσιν, ἀλλὰ τὴν ἀκμάζουσαν ἐν ἄνθει νεαρὰν δύναμιν καὶ διικνουμένην πρὸς τὰ λεπτομερέστατα τῆς αἰσθήσεως. κομιζούσης γὰρ τῆς αὔρας τὴν ἀπόρροιαν τῶν εὐωδεστάτων, προσπίπτει τοῖς προσπλέ-