Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/438

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
338
DIODORI SICULI

ουσι τὴν παράλιον προσηνὲς καὶ πολύ, πρὸς δὲ τούτοις ὑγιεινὸν καὶ παρηλλαγμένον ἐκ τῶν ἀρίστων μῖγμα, οὔτε [γὰρ] τετμημένου τοῦ καρποῦ καὶ τὴν ἰδίαν ἀκμὴν ἐκπεπνευκότος, οὔτε τὴν ἀπόθεσιν ἔχοντος ἐν ἑτερογενέσιν ἀγγείοις, ἀλλ’ ἀπ’ αὐτῆς τῆς νεαρωτάτης ὥρας καὶ τὸν βλαστὸν ἀκέραιον παρεχομένης τῆς θείας φύσεως, ὥστε τοὺς μεταλαμβάνοντας τῆς ἰδιότητος δοκεῖν ἀπολαύειν τῆς μυθολογουμένης ἀμβροσίας διὰ τὸ τὴν ὑπερβολὴν τῆς εὐωδίας μηδεμίαν ἑτέραν εὑρίσκειν οἰκείαν προσηγορίαν. 47  οὐ μὴν ὁλόκληρον καὶ χωρὶς φθόνου τὴν εὐδαιμονίαν τοῖς ἀνθρώποις ἡ τύχη περιέθηκεν, ἀλλὰ τοῖς τηλικούτοις δωρήμασι παρέζευξε τὸ βλάπτον καὶ νουθετῆσον τοὺς διὰ τὴν συνέχειαν τῶν ἀγαθῶν εἰωθότας καταφρονεῖν τῶν θεῶν. κατὰ γὰρ τοὺς εὐωδεστάτους δρυμοὺς ὄφεων ὑπάρχει πλῆθος, οἳ τὸ μὲν χρῶμα φοινικοῦν ἔχουσι, μῆκος δὲ σπιθαμῆς, δήγματα δὲ ποιοῦνται παντελῶς ἀνίατα· δάκνουσι δὲ προσπηδῶντες καὶ ἁλλόμενοι πρὸς ὕψος αἱμάττουσι τὸν χρῶτα. ἴδιον δέ τι παρὰ τοῖς ἐγχωρίοις συμβαίνει περὶ τοὺς ἠσθενηκότας ὑπὸ μακρᾶς νόσου τὰ σώματα. διαπνεομένου γὰρ τοῦ σώματος ὑπ’ ἀκράτου καὶ τμητικῆς φύσεως, καὶ τῆς συγκρίσεως τῶν ὄγκων εἰς ἀραίωμα συναγομένης, ἔκλυσις ἐπακολουθεῖ δυσβοήθητος· διόπερ τοῖς τοιούτοις ἄσφαλτον παραθυμιῶσι καὶ τράγου πώγωνα, ταῖς ἐναντίαις φύσεσι καταμαχόμενοι τὴν ὑπερβολὴν τῆς