Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/436

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
336
DIODORI SICULI

τὸ ἔθνος, ἣν μυθικῶς ἑαυτοὺς παρειληφέναι παρὰ τῶν προγόνων ἱστοροῦσιν. ἡ δ’ ἑξῆς χώρα κατοικεῖται μὲν ὑπὸ Ἀράβων Ἀλιλαίων καὶ Γασανδῶν, οὐκ ἔμπυρος οὖσα καθάπερ αἱ πλησίον, ἀλλὰ μαλακαῖς καὶ δασείαις νεφέλαις πολλάκις κατεχομένη· ἐκ δὲ τούτων ὑετοὶ γίνονται καὶ χειμῶνες εὔκαιροι καὶ ποιοῦντες τὴν θερινὴν ὥραν εὔκρατον. ἥ τε χώρα πάμφορός ἐστι καὶ διάφορος κατὰ τὴν ἀρετήν, οὐ μέντοι τυγχάνει τῆς ἐνδεχομένης ἐπιμελείας διὰ τὴν τῶν λαῶν ἀπειρίαν. τὸν δὲ χρυσὸν εὑρίσκοντες ἐν τοῖς φυσικοῖς ὑπονόμοις τῆς γῆς συνάγουσι πολύν, οὐ τὸν ἐκ τοῦ ψήγματος συντηκόμενον, ἀλλὰ τὸν αὐτοφυῆ καὶ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος ἄπυρον. κατὰ δὲ τὸ μέγεθος ἐλάχιστος μὲν εὑρίσκεται παραπλήσιος πυρῆνι, μέγιστος δὲ οὐ πολὺ λειπόμενος βασιλικοῦ καρύου. φοροῦσι δ’ αὐτὸν περί τε τοὺς καρποὺς τῶν χειρῶν καὶ περὶ τοὺς τραχήλους, τετρημένον ἐναλλὰξ λίθοις διαφανέσι. καὶ τούτου μὲν τοῦ γένους ἐπιπολάζοντος παρ’ αὐτοῖς, χαλκοῦ δὲ καὶ σιδήρου σπανίζοντος, ἐπ’ ἴσης ἀλλάττονται ταῦτα τὰ φορτία πρὸς τοὺς ἐμπόρους.

46  Μετὰ δὲ τούτους ὑπάρχουσιν οἱ ὀνομαζόμενοι Κάρβαι, καὶ μετὰ τούτους Σαβαῖοι, πολυανθρωπότατοι τῶν Ἀραβικῶν ἐθνῶν ὄντες. νέμονται δὲ τὴν εὐδαίμονα λεγομένην Ἀραβίαν, φέρουσαν τὰ πλεῖστα τῶν παρ’ ἡμῖν ἀγαθῶν καὶ θρεμμάτων παντοδαπῶν ἐκτρέφουσαν πλῆθος ἀμύθητον. εὐωδία τε αὐτὴν