γυπτον πυραμίσιν. ἑξῆς δ’ ἐστὶ κόλπος κυκλοτερὴς μεγάλοις ἀκρωτηρίοις περιεχόμενος, οὗ κατὰ μέσην τὴν διάμετρον ἀνέστηκε λόφος τραπεζοειδής, ἐφ’ οὗ τρεῖς ναοὶ θαυμαστοὶ τοῖς ὕψεσιν ᾠκοδόμηνται θεῶν, ἀγνοουμένων μὲν ὑπὸ τῶν Ἑλλήνων, τιμωμένων δ’ ὑπὸ τῶν ἐγχωρίων διαφερόντως. μετὰ δὲ ταῦτα αἰγιαλὸς παρήκει κάθυγρος, ναματιαίοις καὶ γλυκέσι ῥείθροις διειλημμένος· καθ’ ὅν ἐστιν ὄρος ὀνομαζόμενον μὲν Χαβῖνον, δρυμοῖς δὲ παντοδαποῖς πεπυκνωμένον. τὴν δὲ χέρσον τὴν ἐχομένην τῆς ὀρεινῆς νέμονται τῶν Ἀράβων οἱ καλούμενοι Δέβαι. οὗτοι δὲ καμηλοτροφοῦντες πρὸς ἅπαντα χρῶνται τὰ μέγιστα τῶν κατὰ τὸν βίον τῇ τοῦ ζῴου τούτου χρείᾳ· πρὸς μὲν γὰρ τοὺς πολεμίους ἀπὸ τούτων μάχονται, τὰς δὲ κομιδὰς τῶν φορτίων ἐπὶ τούτων νωτοφοροῦντες ῥᾳδίως ἅπαντα συντελοῦσι, τὸ δὲ γάλα πίνοντες ἀπὸ τούτων διατρέφονται, καὶ τὴν ὅλην χώραν περιπολοῦσιν ἐπὶ τῶν δρομάδων καμήλων. κατὰ δὲ μέσην τὴν χώραν αὐτῶν φέρεται ποταμὸς τοσοῦτο χρυσοῦ καταφέρων ψῆγμα φαινόμενον ὥστε κατὰ τὰς ἐκβολὰς τὴν ἰλὺν ἀποφέρεσθαι περιστίλβουσαν. οἱ δ’ ἐγχώριοι τῆς μὲν ἐργασίας τῆς τοῦ χρυσοῦ παντελῶς εἰσιν ἄπειροι, φιλόξενοι δ’ ὑπάρχουσιν, οὐ πρὸς πάντας τοὺς ἀφικνουμένους, ἀλλὰ πρὸς μόνους τοὺς ἀπὸ Βοιωτίας καὶ Πελοποννήσου διά τινα παλαιὰν ἀφ’ Ἡρακλέους οἰκειότητα πρὸς
Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/435
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
335
IIΙ 44. 45.