Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/375

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
275
IIΙ 6. 7. 8.

καθ’ ἡμᾶς χρόνων. ἔθος γὰρ ὑπάρχειν λέγουσι τοῖς Αἰθίοψιν, ἐπὰν ὁ βασιλεὺς μέρος τι τοῦ σώματος πηρωθῇ δι’ ἡνδηποτοῦν αἰτίαν, ἅπαντας τοὺς συνήθεις συναποβάλλειν τοῦτο κατὰ προαίρεσιν· αἰσχρὸν γὰρ ὑπολαμβάνειν τοῦ βασιλέως πεπηρωμένου τὸ σκέλος ἀρτίποδας εἶναι τοὺς φίλους, καὶ μὴ πάντας ἐν ταῖς ἐξόδοις συνέπεσθαι χωλοὺς ὁμοίως· ἄτοπον γὰρ εἶναι τὸ συμπενθεῖν μὲν καὶ [τὸ] συλλυπεῖσθαι καὶ τῶν ἄλλων ὁμοίως ἀγαθῶν ἁπάντων τε καὶ κακῶν κοινωνεῖν τὴν βεβαίαν φιλίαν, τῆς δ’ εἰς τὸ σῶμα λύπης ἄμοιρον γίνεσθαι. φασὶ δὲ σύνηθες εἶναι καὶ τὸ συντελευτᾶν ἑκουσίως τοὺς ἑταίρους τοῖς βασιλεῦσι, καὶ τοῦτον εἶναι τὸν θάνατον ἔνδοξον καὶ φιλίας ἀληθινῆς μάρτυρα. διόπερ μὴ ῥᾳδίως ἐπιβουλὴν γίνεσθαι παρὰ τοῖς Αἰθίοψι κατὰ τοῦ βασιλέως, ὡς ἂν τῶν φίλων ἁπάντων ἐπ’ ἴσης προνοουμένων τῆς τ’ ἐκείνου καὶ τῆς ἰδίας ἀσφαλείας. ταῦτα μὲν οὖν τὰ νόμιμα παρὰ τοῖς Αἰθίοψίν ἐστι τοῖς τὴν μητρόπολιν αὐτῶν οἰκοῦσι καὶ νεμομένοις τήν τε νῆσον τὴν Μερόην καὶ τὴν χώραν τὴν πλησίον Αἰγύπτου.

8  Ἔστι δὲ καὶ ἄλλα γένη τῶν Αἰθιόπων παμπληθῆ, τὰ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν παραποτάμιον τοῦ Νείλου κατοικοῦντα καὶ τὰς ἐν τῷ ποταμῷ νήσους, τὰ δὲ τὴν ὅμορον τῆς Ἀραβίας νεμόμενα, τὰ δ’ ἐν τοῖς μεσογείοις τῆς Λιβύης καθιδρυμένα. οἱ πλεῖστοι δὲ τούτων καὶ μάλισθ’ οἱ παρὰ τὸν ποταμὸν