Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/374

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
274
DIODORI SICULI

συγγενέσιν ὀνείδη καταλίπῃ μείζω. 6  πάντων δ’ ἐστὶ παραδοξότατον τὸ γινόμενον περὶ τὴν τελευτὴν τῶν βασιλέων. κατὰ γὰρ τὴν Μερόην οἱ περὶ τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμὰς διατρίβοντες ἱερεῖς, μεγίστην καὶ κυριωτάτην τάξιν ἔχοντες, ἐπειδὰν ἐπὶ νοῦν αὐτοῖς ἔλθῃ, πέμπουσιν ἄγγελον πρὸς τὸν βασιλέα, κελεύοντες ἀποθνήσκειν. τοὺς γὰρ θεοὺς αὐτοῖς ταῦτα κεχρηματικέναι, καὶ δεῖν τὸ πρόσταγμα τῶν ἀθανάτων ὑπὸ θνητῆς φύσεως μηδαμῶς παροραθῆναι. καὶ ἑτέρους δ’ ἐπιφθέγγονται λόγους, οἵους ἂν ἁπλῇ διανοίᾳ προσδέξαιτο φύσις ἀρχαίᾳ μὲν καὶ δυσεξαλείπτῳ συνηθείᾳ συντεθραμμένη, λόγον δ’ οὐκ ἔχουσα τὸν ἐναντιωσόμενον τοῖς οὐκ ἀναγκαίως προσταττομένοις. κατὰ μὲν οὖν τοὺς ἐπάνω χρόνους ὑπήκουον οἱ βασιλεῖς τοῖς ἱερεῦσιν, οὐχ ὅπλοις οὐδὲ βίᾳ κρατηθέντες, ἀλλ’ ὑπ’ αὐτῆς τῆς δεισιδαιμονίας τοὺς λογισμοὺς κατισχυόμενοι· κατὰ δὲ τὸν δεύτερον Πτολεμαῖον ὁ βασιλεὺς τῶν Αἰθιόπων Ἐργαμένης, μετεσχηκὼς Ἑλληνικῆς ἀγωγῆς καὶ φιλοσοφήσας, πρῶτος ἐθάρρησε καταφρονῆσαι τοῦ προστάγματος. λαβὼν γὰρ φρόνημα τῆς βασιλείας ἄξιον παρῆλθε μετὰ [τῶν] στρατιωτῶν εἰς τὸ ἄβατον, οὗ συνέβαινεν εἶναι τὸν χρυσοῦν ναὸν τῶν Αἰθιόπων, καὶ τοὺς μὲν ἱερεῖς ἀπέσφαξε, τὸ δὲ ἔθος τοῦτο καταλύσας διωρθώσατο πρὸς τὴν ἑαυτοῦ προαίρεσιν.

7  Τὸ δὲ περὶ τοὺς φίλους τοῦ βασιλέως νόμιμον, καίπερ ὂν παράδοξον, διαμένειν ἔφασαν ἕως τῶν