Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/376

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
276
DIODORI SICULI

οἰκοῦντες ταῖς μὲν χρόαις εἰσὶ μέλανες, ταῖς δὲ ἰδέαις σιμοί, τοῖς δὲ τριχώμασιν οὖλοι. καὶ ταῖς μὲν ψυχαῖς παντελῶς ὑπάρχουσιν ἄγριοι καὶ τὸ θηριῶδες ἐμφαίνοντες, οὐχ οὕτω δὲ τοῖς θυμοῖς ὡς τοῖς ἐπιτηδεύμασιν· αὐχμηροὶ γὰρ ὄντες τοῖς ὅλοις σώμασι τοὺς μὲν ὄνυχας ἐπὶ πολὺ παρηγμένους ἔχουσι τοῖς θηρίοις παραπλησίως, τῆς δὲ πρὸς ἀλλήλους φιλανθρωπίας πλεῖστον ὅσον ἀφεστήκασι· καὶ τὴν μὲν φωνὴν ὀξεῖαν προβάλλοντες, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἐπιτηδευομένων εἰς βίον ἥμερον οὐδ’ ὁτιοῦν ἔχοντες, μεγάλην ποιοῦσι πρὸς τὰ καθ’ ἡμᾶς ἔθη τὴν διαφοράν. καθοπλίζονται δ’ αὐτῶν οἱ μὲν ἀσπίσιν ὠμοβοΐναις καὶ μικροῖς δόρασιν, οἱ δὲ ἀκοντίοις ἀναγκύλοις, ἐνίοτε δὲ ξυλίνοις τόξοις τετραπήχεσιν, οἷς τοξεύουσι μὲν τῷ ποδὶ προσβαίνοντες, ἀναλωθέντων δὲ τῶν οἰστῶν σκυτάλαις ξυλίναις διαγωνίζονται. καθοπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὁρίζοντες αὐταῖς τεταγμένην ἡλικίαν, ὧν ταῖς πλείσταις νόμιμόν ἐστι χαλκοῦν κρίκον φέρειν ἐν τῷ χείλει τοῦ στόματος. ἐσθῆτι δέ τινες μὲν αὐτῶν ἁπλῶς οὐ χρῶνται, γυμνῆτα βίον ἔχοντες δι’ αἰῶνος καὶ πρὸς μόνα τὰ καύματα ποριζόμενοι βοήθειαν αὐτουργὸν ἐκ τοῦ παραπεσόντος· τινὲς δὲ τῶν προβάτων τὰς οὐρὰς ἀποκόπτοντες ἐκ τῶν ὄπισθεν καλύπτουσι διὰ τούτων τὰ ἰσχία, καθάπερ αἰδῶ ταύτην προβαλλόμενοι· ἔνιοι δὲ χρῶνται ταῖς δοραῖς τῶν κτηνῶν, εἰσὶ δ’ οἳ περιζώμασι μέχρι μέσου τὸ