Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/326

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
226
DIODORI SICULI

Ἀστιβάραν δὲ τετταράκοντα. ἐπὶ δὲ τούτου Πάρθους ἀποστάντας Μήδων Σάκαις τήν τε χώραν καὶ τὴν πόλιν ἐγχειρίσαι· διόπερ συστάντος πολέμου τοῖς Σάκαις πρὸς Μήδους ἐπ’ ἔτη πλείω γενέσθαι τε μάχας οὐκ ὀλίγας καὶ συχνῶν παρ’ ἀμφοτέροις ἀναιρεθέντων τὸ τελευταῖον εἰρήνην αὐτοὺς ἐπὶ τοῖσδε συνθέσθαι, Πάρθους μὲν ὑπὸ Μήδους τετάχθαι, τῶν δὲ προϋπαρχόντων ἑκατέρους κυριεύσαντας φίλους εἶναι καὶ συμμάχους ἀλλήλοις εἰς τὸν ἅπαντα χρόνον. βασιλεῦσαι δὲ τότε τῶν Σακῶν γυναῖκα τὰ κατὰ πόλεμον ἐζηλωκυῖαν καὶ τόλμῃ τε καὶ πράξει πολὺ διαφέρουσαν τῶν ἐν Σάκαις γυναικῶν, ὄνομα Ζαρίναν. καθόλου μὲν οὖν τὸ ἔθνος τοῦτο γυναῖκας ἀλκίμους ἔχειν καὶ κοινωνούσας τοῖς ἀνδράσι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ταύτην δὲ λέγεται τῷ τε κάλλει γενέσθαι πασῶν ἐκπρεπεστάτην καὶ ταῖς ἐπιβολαῖς καὶ τοῖς κατὰ μέρος ἐγχειρήμασι θαυμαστήν. τῶν μὲν γὰρ πλησιοχώρων βαρβάρων τοὺς ἐπηρμένους τῷ θράσει καὶ καταδουλουμένους τὸ ἔθνος τῶν Σακῶν καταπολεμῆσαι, τῆς δὲ χώρας πολλὴν ἐξημερῶσαι, καὶ πόλεις οὐκ ὀλίγας κτίσαι, καὶ τὸ σύνολον εὐδαιμονέστερον τὸν βίον τῶν ὁμοεθνῶν ποιῆσαι. διὸ καὶ τοὺς ἐγχωρίους μετὰ τὴν τελευτὴν αὐτῆς χάριν ἀποδιδόντας τῶν εὐεργεσιῶν καὶ τῆς ἀρετῆς μνημονεύοντας τάφον οἰκοδομῆσαι πολὺ τῶν ὄντων παρ’ αὐτοῖς ὑπερέχοντα· ὑποστη-