Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/325

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
225
ΙI 33. 34.

ἐκδεδομένος τὴν ἰδίαν ἀδελφὴν τῷ μάλιστα δυναστεύοντι κατὰ τούτους τοὺς τόπους. γενόμενον δ’ ἀποστάτην καὶ πείσαντα τὸ σύμπαν ἔθνος ἀντέχεσθαι τῆς ἐλευθερίας, αἱρεθῆναι στρατηγὸν διὰ τὴν ἀνδρείαν. ἔπειτα πυνθανόμενον ἀθροιζομένην ἐπ’ αὐτὸν μεγάλην δύναμιν, καθοπλίσαι τοὺς Καδουσίους πανδημεί, καὶ καταστρατοπεδεῦσαι πρὸς ταῖς εἰς τὴν χώραν εἰσβολαῖς ἔχοντα τοὺς σύμπαντας οὐκ ἐλάττους εἴκοσι μυριάδων. τοῦ δὲ βασιλέως Ἀρταίου στρατεύσαντος ἐπ’ αὐτὸν μυριάσιν ὀγδοήκοντα μάχῃ κρατῆσαι καὶ πλείους μὲν τῶν πεντακισμυρίων ἀνελεῖν, τὴν δ’ ἄλλην δύναμιν ἐκβαλεῖν ἐκ τῆς Καδουσίων χώρας. διὸ καὶ παρὰ τοῖς ἐγχωρίοις θαυμαζόμενον αἱρεθῆναί τε βασιλέα καὶ τὴν Μηδίαν συνεχῶς λεηλατεῖν καὶ πάντα τόπον καταφθείρειν. μεγάλης δὲ δόξης τυχόντα, καὶ γήρᾳ μέλλοντα καταστρέφειν τὸν βίον, ἀρὰν θέσθαι παραστησάμενον τὸν διαδεχόμενον τὴν ἀρχήν, ὅπως μηδέποτε διαλύσωνται τὴν ἔχθραν Καδούσιοι πρὸς Μήδους· εἰ δὲ σύνθοιντο ὁμολογίας, ἐξώλεις γενέσθαι τούς τε ἀπὸ τοῦ γένους αὐτοῦ καὶ Καδουσίους ἅπαντας. διὰ δὴ ταύτας τὰς αἰτίας ἀεὶ πολεμικῶς ἐσχηκέναι Καδουσίους πρὸς Μήδους, καὶ μηδέποτε τοῖς τούτων βασιλεῦσιν ὑπηκόους γεγονέναι, μέχρι οὗ Κῦρος εἰς Πέρσας μετέστησε τὴν ἡγεμονίαν.

34  Τῶν δὲ Μήδων βασιλεῦσαι μετὰ τὴν Ἀρταίου τελευτὴν Ἀρτύνην μὲν ἔτη δύο πρὸς τοῖς εἴκοσι,