Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/327

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
227
ΙI 34. 35.

σαμένους γὰρ πυραμίδα τρίγωνον τριῶν μὲν σταδίων ἑκάστην πλευρὰν αὐτῆς κατασκευάσαι τὸ μῆκος, τὸ δ’ ὕψος σταδιαῖον, εἰς ὀξὺ συνηγμένης τῆς κορυφῆς· ἐπιστῆσαι δὲ τῷ τάφῳ καὶ χρυσῆν εἰκόνα κολοττικήν, καὶ τιμὰς ἡρωικὰς ἀπονεῖμαι, καὶ τἄλλα πάντα μεγαλοπρεπέστερα ποιεῖν τῶν τοῖς προγόνοις αὐτῆς συγχωρηθέντων. Ἀστιβάρα δὲ τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβατάνοις γήρᾳ τελευτήσαντος τὴν ἀρχὴν Ἀσπάνδαν τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον. τούτου δ’ ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας, περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν.

Περὶ μὲν οὖν τῆς Ἀσσυρίων καὶ Μήδων βασιλείας καὶ τῆς τῶν συγγραφέων διαφωνίας ἱκανῶς εἰρῆσθαι νομίζομεν· περὶ δὲ τῆς Ἰνδικῆς καὶ τῶν ἐν αὐτῇ μυθολογουμένων ἐν μέρει διέξιμεν.

35  Ἡ τοίνυν Ἰνδικὴ τετράπλευρος οὖσα τῷ σχήματι, τὴν μὲν πρὸς ἀνατολὰς νεύουσαν πλευρὰν καὶ τὴν πρὸς μεσημβρίαν ἡ μεγάλη περιέχει θάλαττα, τὴν δὲ πρὸς τὰς ἄρκτους τὸ Ἠμωδὸν ὄρος διείργει τῆς Σκυθίας, ἣν κατοικοῦσι τῶν Σκυθῶν οἱ προσαγορευόμενοι Σάκαι· τὴν δὲ τετάρτην [τὴν] πρὸς δύσιν ἐστραμμένην διείληφεν ὁ Ἰνδὸς προσαγορευόμενος ποταμός, μέγιστος ὢν τῶν πάντων μετὰ τὸν