Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/295

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
195
ΙI 15. 16.

πολλοὶ καθ’ ὑπερβολὴν λαμπρῶς κεκοσμημένοι τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς. ἡ γὰρ Ἰνδικὴ χώρα διάφορος οὖσα τῷ κάλλει καὶ πολλοῖς διειλημμένη ποταμοῖς ἀρδεύεταί τε πολλαχοῦ καὶ διττοὺς καθ’ ἕκαστον ἐνιαυτὸν ἐκφέρει καρπούς· διὸ καὶ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων τοσοῦτον ἔχει πλῆθος ὥστε διὰ παντὸς ἄφθονον ἀπόλαυσιν τοῖς ἐγχωρίοις παρέχεσθαι. λέγεται δὲ μηδέποτε κατ’ αὐτὴν γεγονέναι σιτοδείαν ἢ φθορὰν καρπῶν διὰ τὴν εὐκρασίαν τῶν τόπων. ἔχει δὲ καὶ τῶν ἐλεφάντων ἄπιστον πλῆθος, οἳ ταῖς τε ἀλκαῖς καὶ ταῖς τοῦ σώματος ῥώμαις πολὺ προέχουσι τῶν ἐν τῇ Λιβύῃ γινομένων, ὁμοίως δὲ χρυσόν, ἄργυρον, σίδηρον, χαλκόν· πρὸς δὲ τούτοις λίθων παντοίων καὶ πολυτελῶν ἔστιν ἐν αὐτῇ πλῆθος, ἔτι δὲ τῶν ἄλλων ἁπάντων σχεδὸν τῶν πρὸς τρυφὴν καὶ πλοῦτον διατεινόντων. ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡ Σεμίραμις ἀκούσασα προήχθη μηδὲν προαδικηθεῖσα τὸν πρὸς Ἰνδοὺς ἐξενεγκεῖν πόλεμον. ὁρῶσα δ’ αὑτὴν μεγάλων καθ’ ὑπερβολὴν προσδεομένην δυνάμεων, ἐξέπεμψεν ἀγγέλους εἰς ἁπάσας τὰς σατραπείας, διακελευσαμένη τοῖς ἐπάρχοις καταγράφειν τῶν νέων τοὺς ἀρίστους, δοῦσα τὸν ἀριθμὸν κατὰ τὰ μεγέθη τῶν ἐθνῶν· προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις πλῆθος, ἔτι δὲ τῶν ἄλλων ἁπάντων σχεδὸν τῶν τρίτον ἔτος εἰς Βάκτρα. μετεπέμψατο δὲ καὶ ναυπηγοὺς ἔκ τε Φοινίκης καὶ Συρίας καὶ Κύπρου καὶ τῆς ἄλλης τῆς παραθαλαττίου χώρας, οἷς ἄφθονον