Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/294

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
194
DIODORI SICULI

γυμνοῖς τοῖς σώμασι· κατακαυθήσεσθαι γὰρ ταῦτα καὶ λυμανθέντα τελέως τὴν ὁμοιότητα μὴ δυνήσεσθαι διατηρεῖν. διὸ καὶ χρυσῆν εἰκόνα κατασκευάζεσθαι κοίλην, εἰς ἣν ἐντεθέντος τοῦ νεκροῦ περὶ τὴν εἰκόνα χεῖσθαι τὴν ὕελον· τοῦ δὲ κατασκευάσματος τεθέντος ἐπὶ τὸν τάφον διὰ τῆς ὑέλου φανῆναι τὸν χρυσὸν ἀφωμοιωμένον τῷ τετελευτηκότι. τοὺς μὲν οὖν πλουσίους αὐτῶν οὕτω θάπτεσθαί φησι, τοὺς δ’ ἐλάττονας καταλιπόντας οὐσίας ἀργυρᾶς τυγχάνειν εἰκόνος, τοὺς δὲ πένητας κεραμίνης· τὴν δὲ ὕελον πᾶσιν ἐξαρκεῖν διὰ τὸ πλείστην γεννᾶσθαι κατὰ τὴν Αἰθιοπίαν καὶ τελέως παρὰ τοῖς ἐγχωρίοις ἐπιπολάζειν. περὶ δὲ τῶν νομίμων τῶν παρὰ τοῖς Αἰθίοψι καὶ τῶν ἄλλων τῶν γινομένων ἐν τῇ τούτων χώρᾳ τὰ κυριώτατα καὶ μνήμης ἄξια μικρὸν ὕστερον ἀναγράψομεν, ὅταν καὶ τὰς παλαιὰς αὐτῶν πράξεις καὶ μυθολογίας διεξίωμεν.

16  Ἡ δὲ Σεμίραμις καταστήσασα τά τε κατὰ τὴν Αἰθιοπίαν καὶ τὴν Αἴγυπτον ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Βάκτρα τῆς Ἀσίας. ἔχουσα δὲ δυνάμεις μεγάλας καὶ πολυχρόνιον εἰρήνην ἄγουσα φιλοτίμως ἔσχε πρᾶξαί τι λαμπρὸν κατὰ πόλεμον. πυνθανομένη δὲ τὸ τῶν Ἰνδῶν ἔθνος μέγιστον εἶναι τῶν κατὰ τὴν οἰκουμένην καὶ πλείστην τε καὶ καλλίστην χώραν νέμεσθαι, διενοεῖτο στρατεύειν εἰς τὴν Ἰνδικήν, ἧς ἐβασίλευε μὲν Σταβροβάτης κατ’ ἐκείνους τοὺς χρόνους, στρατιωτῶν δ’ εἶχεν ἀναρίθμητον πλῆθος· ὑπῆρχον δ’ αὐτῷ καὶ ἐλέφαντες