Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/296

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
196
DIODORI SICULI

ὕλην μεταγαγοῦσα διεκελεύσατο κατασκευάζειν ποτάμια πλοῖα διαιρετά. ὁ γὰρ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὴν βασιλείαν αὐτῆς ὁρίζων, πολλῶν προσεδεῖτο πλοίων πρός τε τὴν διάβασιν καὶ πρὸς τὸ τοὺς Ἰνδοὺς ἀπὸ τούτων ἀμύνασθαι· περὶ δὲ τὸν ποταμὸν οὐκ οὔσης ὕλης ἀναγκαῖον ἦν ἐκ τῆς Βακτριανῆς πεζῇ παρακομίζεσθαι τὰ πλοῖα. θεωροῦσα δ’ ἡ Σεμίραμις ἑαυτὴν ἐν τῇ τῶν ἐλεφάντων χρείᾳ πολὺ λειπομένην, ἐπενοήσατό [τινα] κατασκευάζειν εἴδωλα τούτων τῶν ζῴων, ἐλπίζουσα καταπλήξεσθαι τοὺς Ἰνδοὺς διὰ τὸ νομίζειν αὐτοὺς μηδ’ εἶναι τὸ σύνολον ἐλέφαντας ἐκτὸς τῶν κατὰ τὴν Ἰνδικήν. ἐπιλέξασα δὲ βοῶν μελάνων τριάκοντα μυριάδας τὰ μὲν κρέα τοῖς τεχνίταις καὶ τοῖς πρὸς τὴν τῶν κατασκευασμάτων ὑπηρεσίαν τεταγμένοις διένειμε, τὰς δὲ βύρσας συρράπτουσα καὶ χόρτου πληροῦσα κατεσκεύασεν εἴδωλα, κατὰ πᾶν ἀπομιμουμένη τὴν τῶν ζῴων τούτων φύσιν. ἕκαστον δὲ τούτων εἶχεν ἐντὸς ἄνδρα τὸν ἐπιμελησόμενον καὶ κάμηλον, ὑφ’ οὗ φερόμενον φαντασίαν τοῖς πόρρωθεν ὁρῶσιν ἀληθινοῦ θηρίου παρείχετο. οἱ δὲ ταῦτα κατασκευάζοντες αὐτῇ τεχνῖται προσεκαρτέρουν τοῖς ἔργοις ἔν τινι περιβόλῳ περιῳκοδομημένῳ καὶ πύλας ἔχοντι τηρουμένας ἐπιμελῶς, ὥστε μηδένα μήτε τῶν ἔσωθεν ἐξιέναι τεχνιτῶν μήτε τῶν ἔξωθεν εἰσιέναι πρὸς αὐτούς. τοῦτο δ’ ἐποίησεν, ὅπως μηδεὶς τῶν ἔξωθεν ἴδῃ τὸ