Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/214

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
114
DIODORI SICULI

φορᾶς, ὁ μὲν Ψαμμήτιχος ἔκ τε τῆς Καρίας καὶ τῆς Ἰωνίας μισθοφόρους μεταπεμψάμενος ἐνίκησε παρατάξει περὶ πόλιν τὴν ὀνομαζομένην Μώμεμφιν, τῶν δ´ ἀντιταξαμένων βασιλέων οἱ μὲν κατὰ τὴν μάχην ἀνῃρέθησαν, οἱ δ´ εἰς Λιβύην ἐκδιωχθέντες οὐκέτι περὶ τῆς ἀρχῆς ἴσχυσαν ἀμφισβητῆσαι.

67  Τῆς δ’ ὅλης βασιλείας κυριεύσας ὁ Ψαμμήτιχος τῷ μὲν ἐν Μέμφει θεῷ τὸ πρὸς ἕω προπύλαιον κατεσκεύασε καὶ τῷ ναῷ τὸν περίβολον, κολοττοὺς ὑποστήσας ἀντὶ τῶν κιόνων δωδεκαπήχεις· τοῖς δὲ μισθοφόροις χωρὶς τῶν ὡμολογημένων συντάξεων δωρεάς τε ἀξιολόγους ἀπένειμε καὶ τὰ καλούμενα στρατόπεδα τόπον οἰκεῖν ἔδωκε καὶ χώραν πολλὴν κατεκληρούχησε μικρὸν ἐπάνω τοῦ Πηλουσιακοῦ στόματος· οὓς ἐντεῦθεν Ἄμασις ὕστερον πολλοῖς ἔτεσι βασιλεύσας ἀνέστησε καὶ κατῴκισεν εἰς Μέμφιν. διὰ δὲ τῶν μισθοφόρων κατωρθωκὼς τὴν βασιλείαν ὁ Ψαμμήτιχος τούτοις τὸ λοιπὸν μάλιστ’ ἐνεπίστευε τὰ κατὰ τὴν ἀρχὴν καὶ διετέλεσε ξενοτροφῶν μεγάλας δυνάμεις. στρατεύσαντος δ’ εἰς τὴν Συρίαν αὐτοῦ καὶ κατὰ τὰς παρατάξεις τοὺς μὲν μισθοφόρους προτιμῶντος καὶ τάττοντος εἰς τὰ δεξιὰ μέρη, τοὺς δ’ ἐγχωρίους ἀτιμότερον ἄγοντος καὶ τὸν εὐώνυμον τόπον ἀπονέμοντος τῆς φάλαγγος, οἱ μὲν Αἰγύπτιοι διὰ τὴν ὕβριν παροξυνθέντες καὶ γενόμενοι τὸ πλῆθος πλείους τῶν εἴκοσι μυριάδων ἀπέστησαν καὶ προῆγον ἐπ’ Αἰθιοπίας, κεκρικότες