Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/215

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
115
Ι 66. 67.

ἰδίαν χώραν ἑαυτοῖς κατακτᾶσθαι· ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον ἔπεμψέ τινας τῶν ἡγεμόνων τοὺς ἀπολογησομένους ὑπὲρ τῆς ἀτιμίας, ὡς δ’ οὐ προσεῖχον αὐτοῖς, αὐτὸς μετὰ τῶν φίλων ἐδίωξε πλοίοις. προαγόντων δ’ αὐτῶν παρὰ τὸν Νεῖλον καὶ τοὺς ὅρους ὑπερβαλλόντων τῆς Αἰγύπτου, ἐδεῖτο μετανοῆσαι καὶ τῶν τε ἱερῶν καὶ τῶν πατρίδων, ἔτι δὲ καὶ γυναικῶν καὶ τέκνων ὑπεμίμνησκεν. οἱ δ’ ἅμα πάντες ἀναβοήσαντες καὶ τοῖς κοντοῖς τὰς ἀσπίδας πατάξαντες ἔφασαν, ἕως ἂν κυριεύωσι τῶν ὅπλων, ῥᾳδίως εὑρήσειν πατρίδας· ἀναστειλάμενοι δὲ τοὺς χιτῶνας καὶ τὰ γεννητικὰ μέρη τοῦ σώματος δείξαντες οὔτε γυναικῶν οὔτε τέκνων ἀπορήσειν ἔφασαν ταῦτ’ ἔχοντες. τοιαύτῃ δὲ μεγαλοψυχίᾳ χρησάμενοι καὶ καταφρονήσαντες τῶν παρὰ τοῖς ἄλλοις μεγίστων εἶναι δοκούντων, κατελάβοντο μὲν τῆς Αἰθιοπίας τὴν κρατίστην, κατακληρουχήσαντες δὲ πολλὴν χώραν ἐν ταύτῃ κατῴκησαν. ὁ δὲ Ψαμμήτιχος ἐπὶ μὲν τούτοις οὐ μετρίως ἐλυπήθη, τὰ δὲ κατὰ τὴν Αἴγυπτον διατάξας καὶ τῶν προσόδων ἐπιμελόμενος πρός τε Ἀθηναίους καί τινας τῶν ἄλλων Ἑλλήνων συμμαχίαν ἐποιήσατο. εὐηργέτει δὲ καὶ τῶν ξένων τοὺς ἐθελοντὴν εἰς τὴν Αἴγυπτον ἀποδημοῦντας, καὶ φιλέλλην ὢν διαφερόντως τοὺς υἱοὺς τὴν Ἑλληνικὴν ἐδίδαξε παιδείαν· καθόλου δὲ πρῶτος τῶν κατ’ Αἴγυπτον βασιλέων ἀνέῳξε τοῖς ἄλλοις