Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/213

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
113
Ι 66.

λεῖς, ὥστ’ εἰ μὴ πρὸ τοῦ συντελέσαι τὴν ἐπιβολὴν κατελύθησαν, μηδεμίαν ἂν ὑπερβολὴν ἑτέροις πρὸς κατασκευὴν ἔργων ἀπολιπεῖν. ἀρξάντων δὲ τούτων τῆς Αἰγύπτου πεντεκαίδεκα ἔτη συνέβη τὴν βασιλείαν εἰς ἕνα περιστῆναι διὰ τοιαύτας αἰτίας. Ψαμμήτιχος ὁ Σαΐτης, εἷς ὢν τῶν δώδεκα βασιλέων καὶ τῶν παρὰ θάλατταν μερῶν κυριεύων, παρείχετο φορτία πᾶσι τοῖς ἐμπόροις, μάλιστα δὲ τοῖς τε Φοίνιξι καὶ τοῖς Ἕλλησι· διὰ δὲ [τοῦ] τοιούτου τρόπου τά τε ἐκ τῆς ἰδίας χώρας λυσιτελῶς διατιθέμενος καὶ τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι φυομένων μεταλαμβάνων, οὐ μόνον εὐπορίαν εἶχε μεγάλην ἀλλὰ καὶ φιλίαν πρὸς ἔθνη καὶ δυνάστας. διὰ δὲ ταῦτά φασι φθονήσαντας αὐτῷ τοὺς ἄλλους βασιλεῖς πόλεμον ἐξενεγκεῖν. ἔνιοι δὲ τῶν ἀρχαίων συγγραφέων μυθολογοῦσι χρησμὸν γενέσθαι τοῖς ἡγεμόσιν, ὃς ἂν αὐτῶν ἐκ χαλκῆς φιάλης πρῶτος ἐν Μέμφει σπείσῃ τῷ θεῷ, κρατήσειν αὐτὸν πάσης τῆς Αἰγύπτου· τὸν δὲ Ψαμμήτιχον, ἐξενέγκαντος ἐκ τοῦ ἱεροῦ τῶν ἱερέων τινὸς φιάλας δώδεκα χουσᾶς, περιελόμενον τὴν περικεφαλαίαν σπεῖσαι. ὑπιδομένους οὖν τοὺς συνάρχοντας τὸ πραχθὲν ἀποκτεῖναι μὲν αὐτὸν μὴ βουληθῆναι, φυγαδεῦσαι δὲ καὶ προστάξαι διατρίβειν ἐν τοῖς ἕλεσι τοῖς παρὰ θάλατταν. εἴτε δὴ διὰ ταύτην τὴν αἰτίαν εἴτε διὰ τὸν φθόνον, καθότι προείρηται, γενομένης τῆς δια-