Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/212

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
112
DIODORI SICULI

ἀλλήλους ὁμονοίας καὶ πίστεως ἀνέδειξαν ἑαυτοὺς βασιλεῖς. ἐπ’ ἔτη δὲ πεντεκαίδεκα κατὰ τοὺς ὅρκους καὶ τὰς ὁμολογίας ἄρξαντες καὶ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν διατηρήσαντες, ἐπεβάλοντο κατασκευάσαι κοινὸν ἑαυτῶν τάφον, ἵνα καθάπερ ἐν τῷ ζῆν εὐνοοῦντες ἀλλήλοις τῶν ἴσων ἐτύγχανον τιμῶν, οὕτω καὶ μετὰ τὴν τελευτὴν ἐν ἑνὶ τόπῳ τῶν σωμάτων κειμένων τὸ κατασκευασθὲν μνῆμα κοινῇ περιέχῃ τὴν τῶν ἐνταφέντων δόξαν. εἰς ταύτην δὲ τὴν ἐπιβολὴν φιλοκαλοῦντες ἔσπευσαν ὑπερβαλέσθαι τῷ μεγέθει τῶν ἔργων ἅπαντας τοὺς πρὸ αὑτῶν. ἐκλεξάμενοι γὰρ τόπον παρὰ τὸν εἴσπλουν τὸν εἰς τὴν Μοίριδος λίμνην ἐν τῇ Λιβύῃ κατεσκεύαζον τὸν τάφον ἐκ τῶν καλλίστων λίθων, καὶ τῷ μὲν σχήματι τετράγωνον ὑπεστήσαντο, τῷ δὲ μεγέθει σταδιαίαν ἑκάστην πλευράν, ταῖς δὲ γλυφαῖς καὶ ταῖς ἄλλαις χειρουργίαις ὑπερβολὴν οὐκ ἀπέλιπον τοῖς ἐπιγινομένοις. εἰσελθόντι μὲν γὰρ τὸν περίβολον οἶκος ἦν περίστυλος, ἑκάστης πλευρᾶς ἐκ τετταράκοντα κιόνων ἀναπληρουμένης, καὶ τούτου μονόλιθος ἦν ὀροφή, φάτναις διαγεγλυμμένη καὶ γραφαῖς διαφόροις πεποικιλμένη. εἶχε δὲ τῆς πατρίδος τῆς ἑκάστου τῶν βασιλέων ὑπομνήματα καὶ τῶν ἱερῶν καὶ θυσιῶν τῶν ἐν αὐτῇ ταῖς καλλίσταις γραφαῖς φιλοτέχνως δεδημιουργημένα. καθόλου δὲ τοιαύτην τῇ πολυτελείᾳ καὶ τηλικαύτην τῷ μεγέθει τὴν ὑπόστασιν τοῦ τάφου λέγεται ποιήσασθαι τοὺς βασι-