Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/144

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
44
DIODORI SICULI

ἐμοὶ Βούβαστος ἡ πόλις ᾠκοδομήθη. χαῖρε χαῖρε Αἴγυπτε ἡ θρέψασά με.» ἐπὶ δὲ τῆς Ὀσίριδος ἐπιγεγράφθαι λέγεται «Πατὴρ μέν ἐστί μοι Κρόνος νεώτατος θεῶν ἁπάντων, εἰμὶ δὲ Ὄσιρις ὁ βασιλεύς, ὁ στρατεύσας ἐπὶ πᾶσαν χώραν ἕως εἰς τοὺς ἀοικήτους τόπους τῶν Ἰνδῶν καὶ τοὺς πρὸς ἄρκτον κεκλιμένους, μέχρι Ἴστρου ποταμοῦ πηγῶν, καὶ πάλιν ἐπὶ τἄλλα μέρη ἕως ὠκεανοῦ. εἰμὶ δὲ υἱὸς Κρόνου πρεσβύτατος, καὶ βλαστὸς ἐκ καλοῦ τε καὶ εὐγενοῦς ᾠοῦ σπέρμα συγγενὲς ἐγεννήθην ἡμέρας. καὶ οὐκ ἔστι τόπος τῆς οἰκουμένης εἰς ὃν ἐγὼ οὐκ ἀφῖγμαι, διαδοὺς πᾶσιν ὧν ἐγὼ εὑρετὴς ἐγενόμην.» τοσαῦτα τῶν γεγραμμένων ἐν ταῖς στήλαις φασὶ δύνασθαι ἀναγνῶναι, τὰ δ’ ἄλλα ὄντα πλείω κατεφθάρθαι διὰ τὸν χρόνον. τὰ μὲν οὖν περὶ τῆς ταφῆς τῶν θεῶν τούτων διαφωνεῖται παρὰ τοῖς πλείστοις διὰ τὸ τοὺς ἱερεῖς ἐν ἀπορρήτοις παρειληφότας τὴν περὶ τούτων ἀκρίβειαν μὴ βούλεσθαι τἀληθὲς ἐκφέρειν εἰς τοὺς πολλούς, ὡς ἂν καὶ κινδύνων ἐπικειμένων τοῖς τἀπόρρητα περὶ τῶν θεῶν τούτων μηνύσασιν εἰς τοὺς ὄχλους.

28  Οἱ δ’ οὖν Αἰγύπτιοί φασι καὶ μετὰ ταῦτα ἀποικίας πλείστας ἐξ Αἰγύπτου κατὰ πᾶσαν διασπαρῆναι τὴν οἰκουμένην. εἰς Βαβυλῶνα μὲν γὰρ ἀγαγεῖν ἀποίκους Βῆλον τὸν νομιζόμενον Ποσειδῶνος εἶναι καὶ Λιβύης· ὃν παρὰ τὸν Εὐφράτην ποταμὸν