Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/143

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
43
Ι 26. 27.

προικὸς συγγραφῇ προσομολογούντων τῶν γαμούντων ἅπαντα πειθαρχήσειν τῇ γαμουμένῃ.

Οὐκ ἀγνοῶ δὲ διότι τινὲς τῶν συγγραφέων ἀποφαίνονται τοὺς τάφους τῶν θεῶν τούτων ὑπάρχειν ἐν Νύσῃ τῆς Ἀραβίας, ἀφ’ ἧς καὶ Νυσαῖον τὸν Διόνυσον ὠνομάσθαι. εἶναι δὲ καὶ στήλην ἑκατέρου τῶν θεῶν ἐπιγεγραμμένην τοῖς ἱεροῖς γράμμασιν. ἐπὶ μὲν οὖν τῆς Ἴσιδος ἐπιγεγράφθαι «Ἐγὼ Ἶσίς εἰμι ἡ βασίλισσα πάσης χώρας, ἡ παιδευθεῖσα ὑπὸ Ἑρμοῦ, καὶ ὅσα ἐγὼ ἐνομοθέτησα, οὐδεὶς αὐτὰ δύναται λῦσαι. ἐγώ εἰμι ἡ τοῦ νεωτάτου Κρόνου θεοῦ θυγάτηρ πρεσβυτάτη· ἐγώ εἰμι γυνὴ καὶ ἀδελφὴ Ὀσίριδος βασιλέως· ἐγώ εἰμι ἡ πρώτη καρπὸν ἀνθρέποις εὑροῦσα· ἐγώ εἰμι μήτηρ Ὥρου τοῦ βασιλέως· ἐγώ εἰμι ἡ ἐν τῷ ἄστρῳ τῷ ἐν τῷ κυνὶ ἐπιτέλλουσα·