Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/142

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
42
DIODORI SICULI

σθαι καὶ τὰς κατ’ ἔτος ἀναγραφὰς ὡρογραφίας προσαγορεύεσθαι.

Οἱ δ’ οὖν Αἰγύπτιοι μυθολογοῦσι κατὰ τὴν Ἴσιδος ἡλικίαν γεγονέναι τινὰς πολυσωμάτους τοὺς ὑπὸ μὲν τῶν Ἑλλήνων ὀνομαζομένους γίγαντας, ὑφ’ ἑαυτῶν δὲ διακοσμουμένους τερατωδῶς ἐπὶ τῶν ἱερῶν καὶ τυπτομένους ὑπὸ τῶν περὶ τὸν Ὄσιριν. ἔνιοι μὲν οὖν αὐτοὺς γηγενεῖς φασιν ὑπάρξαι, προσφάτου τῆς τῶν ζῴων γενέσεως ἐκ τῆς γῆς ὑπαρχούσης, ἔνιοι δὲ λέγουσι σώματος ῥώμῃ διενεγκόντας καὶ πολλὰς πράξεις ἐπιτελεσαμένους ἀπὸ τοῦ συμβεβηκότος μυθολογηθῆναι πολυσωμάτους. συμφωνεῖται δὲ παρὰ τοῖς πλείστοις ὅτι τοῖς περὶ τὸν Δία καὶ τὸν Ὄσιριν θεοῖς πόλεμον ἐνστησάμενοι πάντες ἀνῃρέθησαν.

27  Νομοθετῆσαι δέ φασι τοὺς Αἰγυπτίους παρὰ τὸ κοινὸν ἔθος τῶν ἀνθρώπων γαμεῖν ἀδελφὰς διὰ τὸ γεγονὸς ἐν τούτοις τῆς Ἴσιδος ἐπίτευγμα· ταύτην γὰρ συνοικήσασαν Ὀσίριδι τῷ ἀδελφῷ, καὶ ἀποθανόντος ὀμόσασαν οὐδενὸς ἔτι συνουσίαν ἀνδρὸς προσδέξεσθαι, μετελθεῖν τόν τε φόνον τἀνδρὸς καὶ διατελέσαι βασιλεύουσαν νομιμώτατα, καὶ τὸ σύνολον πλείστων καὶ μεγίστων ἀγαθῶν αἰτίαν γενέσθαι πᾶσιν ἀνθρώποις. διὰ δὴ ταύτας τὰς αἰτίας καταδειχθῆναι μείζονος ἐξουσίας καὶ τιμῆς τυγχάνειν τὴν βασίλισσαν τοῦ βασιλέως, καὶ παρὰ τοῖς ἰδιώταις κυριεύειν τὴν γυναῖκα τἀνδρός, ἐν τῇ τῆς