Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/145

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
45
Ι 27. 28.

καθιδρυθέντα τούς τε ἱερεῖς καταστήσασθαι παραπλησίως τοῖς κατ’ Αἴγυπτον ἀτελεῖς καὶ πάσης λειτουργίας ἀπολελυμένους, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους, τάς τε παρατηρήσεις τῶν ἄστρων τούτους ποιεῖσθαι, μιμουμένους τοὺς παρ’ Αἰγυπτίοις ἱερεῖς καὶ φυσικούς, ἔτι δὲ ἀστρολόγους. λέγουσι δὲ καὶ τοὺς περὶ τὸν Δαναὸν ὁρμηθέντας ὁμοίως ἐκεῖθεν συνοικίσαι τὴν ἀρχαιοτάτην σχεδὸν τῶν παρ’ Ἕλλησι πόλεων Ἄργος, τό τε τῶν Κόλχων ἔθνος ἐν τῷ Πόντῳ καὶ τὸ τῶν Ἰουδαίων ἀνὰ μέσον Ἀραβίας καὶ Συρίας οἰκίσαι τινὰς ὁρμηθέντας παρ’ ἑαυτῶν· διὸ καὶ παρὰ τοῖς γένεσι τούτοις ἐκ παλαιοῦ παραδεδόσθαι τὸ περιτέμνειν τοὺς γεννωμένους παῖδας, ἐξ Αἰγύπτου μετενηνεγμένου τοῦ νομίμου. καὶ τοὺς Ἀθηναίους δέ φασιν ἀποίκους εἶναι Σαϊτῶν τῶν ἐξ Αἰγύπτου, καὶ πειρῶνται τῆς οἰκειότητος ταύτης φέρειν ἀποδείξεις· παρὰ μόνοις γὰρ τῶν Ἑλλήνων τὴν πόλιν ἄστυ καλεῖσθαι, μετενηνεγμένης τῆς προσηγορίας ἀπὸ τοῦ παρ’ αὐτοῖς Ἄστεος. ἔτι δὲ τὴν πολιτείαν τὴν αὐτὴν ἐσχηκέναι τάξιν καὶ διαίρεσιν τῇ παρ’ Αἰγυπτίοις, εἰς τρία μέρη διανεμηθείσῃ· καὶ πρώτην μὲν ὑπάρξαι μερίδα τοὺς εὐπατρίδας καλουμένους, οἵτινες [ἱεροποιοὶ] ὑπῆρχον ἐν παιδείᾳ μάλιστα διατετριφότες καὶ τῆς μεγίστης ἠξιωμένοι τιμῆς παραπλησίως τοῖς κατ’ Αἴγυπτον ἱερεῦσι· δευτέραν δὲ τάξιν γενέσθαι τὴν τῶν γεωμό-