Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/311

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀνὴρ ἦν εἴτε ἐραστὴς τῆς προειρημένης, ὥσπερ οὖν ἀτιμασθέντα ἀγανακτῆσαι· θυμῷ γὰρ βιαίῳ ἐξαφθεὶς ὥρμησε μέν, ἐλθὼν δὲ ἐπὶ τὸν νέον καὶ καλὸν καὶ συμπεσὼν εἶτα ἐμάχετο, ὡς ὑπέρ τινος ἢ νύμφης ἢ ἐρωμένης ἀλγῶν. καὶ ἐς τοσοῦτον ἄρα ἀλλήλοις συνήραξαν, ὡς ἀμφοτέροις ζημιωθῆναι τὰ κέρατα. ἐνίκησε δὲ οὐδέτερος, ἀλλὰ ἀπέστρεψαν ἀπ᾽ ἀλλήλων οἱ θηραταὶ βάλλοντες, ἐπεὶ καὶ ἀχρεῖοι τὸ λοιπὸν ἦσαν τῶν ὅπλων ἀφῃρημένοι. ἐρωτικὴ μὲν δὴ μάχη ἐραστῶν ἐλεφάντων ἰσότιμος μέχρι τοῦ τέλους ἐνταῦθα ἀνεπαύσατο. εἵλκετο δὲ ὁ Πάρις ὑπὸ τοῦ Μενέλεω καὶ ἤγχετο τοῦ ἱμάντος αὐτὸν πιέζοντος τοῦ ὑπὸ τῷ κράνει, καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος ὁ τοῦ Ἀτρέως, εἰ μὴ ἐρράγη μὲν ὁ ἱμάς, αὐτὸν δὲ ἐξήρπασεν ἡ Διὸς καὶ Διώνης αἰσχίστην μάχην καὶ ἄνανδρον μεμαχημένον, καὶ ἀπελθὼν ὁ δειλὸς ἐκάθευδε μετὰ τῆς μεμοιχευμένης.

2 Ἰχθύες δὲ ἄρα οὐ κατὰ τὴν αὐτὴν ὥραν ἐς ἀφροδίτην πρόθυμοι, ἀλλὰ οἳ μὲν ἦρος ἐπιθόρνυνται, οἳ δὲ θέρειον εἰλήχασι τὴν ὁρμὴν τήνδε, ἐν τῇ ὀπώρᾳ ἄλλοι, καὶ διὰ τοῦ χειμῶνος ὑπεξάπτονταί τινες ἐς τὴν προειρημένην σπουδήν. καὶ οἱ μὲν πλεῖστοι τοῦ ἔτους ἅπαξ ὠδίναντες εἶτα παύονται, λάβρακα δὲ ἀκούω καὶ ἐπιτίκτειν, τρίγλην δὲ καὶ τρὶς κύειν κατηγορεῖ φασι καὶ τὸ ὄνομα.

3 Ἡρόδοτος λέγει τὰς καμήλους ἐν τοῖς ὄπισθεν σκέλεσιν ἔχειν τέτταρας μηροὺς καὶ μέντοι καὶ γόνατα τοσαῦτα, τὰ δὲ ἄρθρα διὰ τῶν σκελῶν τῶν κατόπιν πρὸς τὴν οὐρὰν τετράφθαι αὐταῖς.

4 Τὰς οἶς τὰς Ἀραβίων ἔχειν οὐρὰς ἀήθεις ὡς πρὸς τὰς ἄλλας Ἡρόδοτος λέγει. γένη δὲ αὐτῶν εἶναι