Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/312

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

διπλᾶ ὁ αὐτὸς δήπου διδάσκει, καὶ μέντοι καὶ λέγει τὰς μὲν αὐτῶν ἔχειν οὐρὰς μηκίστας, ὡς εἶναι μετρήσαντι καὶ τριῶν πήχεων οὐκ ἐλάττους. ἅσπερ οὖν εἰ ἐῴη τις ἐπισύρειν, ἑλκοῦσθαι ἂν αὐτὰς πάντως παρατριβομένας πρὸς τὸ δάπεδον. τοὺς νομέας δὲ εἶναι ἀγαθοὺς χειρουργεῖν οὐ πέρα τῶν ἁμαξίδων, αἳ ὑπερείδουσι τὰς οὐρὰς τῶνδε τῶν κτηνῶν, ὥστε ἀποστέγειν τὴν ἕλκωσιν αὐταῖς. τὰς δὲ οἶς τὰς ἑτέρας φησὶ πλατείας φορεῖν, πλατύνεσθαι δὲ καὶ ἐς πῆχυν αὐτάς.

5 Οἱ κοχλίαι ἴσασιν εἶναί σφισι πολεμίους τοὺς πέρδικας καὶ τοὺς ἐρωδιούς, καὶ αὐτοὺς ἀποδιδράσκουσιν, οὐδ᾽ ἂν ἴδοις ἔνθα οὗτοι νέμονται κοχλίας διέρποντας. οἱ δὲ καλούμενοι τῶν κοχλιῶν ἀρείονες, οὗτοι μὲν καὶ ἀπατῶσι καὶ περιέρχονταί τινι φυσικῇ σοφίᾳ τοὺς προειρημένους. τῶν γὰρ συμφυῶν ὀστράκων προελθόντες αὐτοὶ μὲν νέμονται κατὰ πολλὴν τὴν ἄδειαν, οἱ δὲ ὄρνιθες οὓς εἶπον ἐπὶ τὰ κενὰ τῶν ὀστράκων ὡς ἐπ᾽ αὐτοὺς ἐκείνους καταπέτονται, οὐδὲν δὲ εὑρόντες ἀπέρριψαν ὡς ἀχρεῖά σφισι καὶ ἀνεχώρησαν· οἳ δὲ ἐπανελθόντες εἶτα ἕκαστος ἐς τὴν ἰδίαν οἰκίαν παρῆλθε, κεκορεσμένος μὲν ἐκ τῆς νομῆς, σωθεὶς δὲ ἐξ ἧς ἠπάτησε πλάνης.

6 Ποντικοὶ δὲ ἄρα κολίαι τὸν Περσῶν βασιλέα μεμίμηνται χειμάζοντα μὲν ἐν Σούσοις, θερίζοντα δὲ ἐν Ἐκβατάνοις. καὶ γὰρ οὗτοι ἐν μὲν τῇ καλουμένῃ Προποντίδι χειμάζουσιν· ἀλεεινὴ γὰρ ἥδε ἡ γῆ· θέρους δὲ πρὸς τῷ Αἰγιαλῷ διαιτῶνται· παρέχει γὰρ αὐτοῖς αὔρας μαλακὰς ἡ θάλαττα ἡ προειρημένη.

7 Πυνθάνομαι τῶν μαγείρων τοὺς τὴν τέχνην ἀκριβοῦντας ὅταν βούλωνται τῶν τριγλῶν τὰς κοιλίας ὀπτωμένων μὴ ῥήγνυσθαι, καταφιλεῖν αὐτῶν τὰ στό-