Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/310

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

στόματι τίκτει. οὐ τίκτειν δὲ αὐτὸν ἔνιοι λέγουσιν, ἀλλὰ δείσαντά τι τῶν ἐπιβουλευόντων τὰ σκυλάκια καταπίνειν καὶ ἀποκρύπτειν, εἶτα τοῦ φοβήσαντος παραδραμόντος ζῶντα αὖθις ἀνεμεῖν. τῆς δὲ τρίγλης οὐκ ἂν γεύσαιντο οἱ αὐτοὶ μύσται, οὐδὲ μὴν ἡ τῆς Ἥρας τῆς ἐν Ἄργει ἱέρεια· καὶ τάς γε αἰτίας ἄνω που εἰπὼν οἶδα.

66 Ἔχεως μὲν καὶ μυραίνης γάμους καὶ ὅπως ἀλλήλοις ὁμιλοῦσιν, ἣ μὲν προϊοῦσα τῆς θαλάττης, ὃ δὲ ἐξέρπων τοῦ φωλεοῦ, ἐν τοῖς πρόσθεν εἰπὼν οὐκ ἐπιλέλησμαι. ὃ δὲ οὐκ εἶπον νῦν ἂν εἴποιμι. μέλλων ὁ ἔχις ὁμιλεῖν αὐτῇ, ἵνα δόξῃ πρᾶος ὡς πρέπει νυμφίῳ, τὸν ἰὸν ἀπεμεῖ καὶ ἐκβάλλει, καὶ οὕτως ὑποσυρίσας τὴν νύμφην παρακαλεῖ, οἱονεὶ προγάμιόν τινα ὑμέναιον ἀναμέλψας. ὅταν δὲ τὰ τῆς ἀφροδισίου σπουδῆς τελέσωσι μετ᾽ ἀλλήλων ὄργια, ἣ μὲν ἐπί τε τὰ κύματα καὶ τὴν θάλατταν ὥρμησεν, ὃ δὲ ἀναρροφήσας τὸν ἰὸν αὖθις ἐς τὰ ἤθη τὰ οἰκεῖα ἐπάνεισιν.


Ι

1 Σπανίως ἐλέφας ἐρᾷ, φασίν· ἔστι γὰρ σώφρων, ὡς ἄνω μοι λέλεκται. ἀκούω δ᾽ οὖν ἐλεφάντων πάθος ἐρωτικόν, καὶ ἄξιον θαυμάσαι αὐτό. ὃ δὲ πέπυσμαι, ἐκεῖνό ἐστιν. ἀνὴρ τῆς τούτων ἄγρας οὐκ ἄπειρος, δύναμιν λαβὼν ἐκ βασιλέως τοῦ Ῥωμαίων καὶ σταλεὶς ἐπὶ τὴν θήραν κατά τι ἔθος τοῖς Μαυρουσίοις ἐπιχώριον, φησὶν ἐν συγγραφῇ νέαν μόσχον ἐλέφαντος ὡραίαν ὡς ἐκείνοις ἰδεῖν συνελθεῖν ἐλέφαντι νέῳ καὶ καλῷ, πρεσβύτερον δὲ ἄλλον, εἴτε