Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/265

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δορυφόροις, καὶ διὰ τοῦτο ἡμερωθέντας εἶχε φύλακας ταῦρον καὶ ἵππον καὶ ἔλαφον. καθεύδοντα οὖν ἐφρούρουν αὐτὸν οἵδε οἱ θῆρες, εἴ τις προσίοι τάχιστα ἐκ τῆς ἀναπνοῆς αἰσθανόμενοι. καὶ ὃ μὲν τῷ μυκήματι, ὃ δὲ τῷ χρεμετίσματι, ὃ δὲ τῇ μηκῇ διύπνιζον αὐτόν.

47 Τῶν ἀγρίων ζῴων τὰ ἔκγονα τὰ νέα διαφόρως ὀνομάζεται, καὶ τά γε πλείω διπλῆν τὴν ἐπωνυμίαν ἔχει. λεόντων γοῦν σκύμνοι καὶ λεοντιδεῖς ὀνομάζονται, ὡς Ἀριστοφάνης ὁ Βυζάντιος μαρτυρεῖ, παρδάλεων δὲ σκύμνοι τε καὶ ἄρκηλοι· εἰσὶ δὲ οἵ φασι γένος ἕτερον τῶν παρδάλεων τοὺς ἀρκήλους εἶναι. θώων δὲ μόνοι σκύμνοι φιλοῦσι καλεῖσθαι, καὶ τίγρεων ὁμοίως, καὶ μυρμήκων δὲ καὶ πανθήρων. ἔοικε δὲ καὶ τὰ τῶν λυγκῶν ἔκγονα ὁμοίως ὀνομάζεσθαι. ἐν γοῦν τοῖς Λάσου λεγομένοις Διθυράμβοις οὕτως εὑρίσκεται εἰρημένον τὸ βρέφος τὸ τῆς λυγκός. πιθήκων δὲ ἀκούομεν σκύμνους τε καὶ πιθηκιδεῖς τοὺς αὐτούς, βουβαλίδων δὲ πώλους· εἰ δὲ καὶ ὀρύγων, οὐκ ἂν θαυμάσαιμι, ὁ αὐτὸς Ἀριστοφάνης φησί. κυνῶν δὲ καὶ λύκων σκύλακες καλοῖντο ἄν, ἦ δ᾽ ὅς· ἤδη δὲ καὶ λυκιδεῖς καλοῦνται οἱ τῶν λύκων, ὁ δὲ τέλειος καὶ μέγιστος καλοῖτο ἂν μονόλυκος. τῶν γε μὴν λαγῶν λαγιδεῖς· ὁ δὲ τέλειος, πτῶκα αὐτὸν φιλοῦσιν ὀνομάζειν οἱ ποιηταί, ταχίναν δὲ Λακεδαιμόνιοι. ἀλωπέκων δὲ τὰ ἔκγονα ἀλωπεκιδεῖς κέκληνται· αὐτὴ δὲ ἡ μήτηρ καὶ κερδὼ καὶ σκαφώρη καὶ σκινδαφός. τῶν δὲ ἀγρίων ὑῶν τὰ τέκνα μολόβρια ὀνομάζουσιν· ἀκούσειας δ᾽ ἂν τοῦ Ἱππώνακτος καὶ αὐτὸν τὸν ὗν μολοβρίτην που λέγοντος. καλοῦνται δὲ καὶ τῶν ὑῶν μονίαι τινές. τάς γε μὴν δορκάδας καὶ ζόρκας καὶ πρόκας εἰώθασιν ὀνομάζειν. τῶν δὲ