Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/264

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νοντες, ἔνθεν τοι καὶ τῷ θεῷ φιλοῦνται. μάρτυς ἀγαθὸς ὁ Φιλοπάτωρ ἡμῖν Πτολεμαῖος ἔστω. ἡ μὲν κατὰ Ἀντιόχου νίκη σὺν αὐτῷ ἐγένετο, θύων δὲ ἐπινίκια καὶ ἱλεούμενος τὸν Ἥλιον ὁ Πτολεμαῖος τῇ τε ἄλλῃ μεγαλοπρεπῶς ἔθυσεν καὶ οὖν καὶ τέτταρας ἐλέφαντας μεγέθει μεγίστους παρέστησεν ἱερεῖα, ὥς γε ᾤετο, καὶ ταύτῃ τῇ θυσίᾳ γεραίρων ἐκεῖνος τὸ θεῖον. ἐνύπνιον δὲ αὐτὸν διετάραξεν, ὡς ἀπειλοῦντος τοῦ θεοῦ ἐπὶ τῇ ἀήθει τε καὶ ξένῃ θυσίᾳ· καὶ δείσας ἐκεῖνος χαλκοῦς τέτταρας ποιησάμενος ἀνῆψε τῷ θεῷ ὑπὲρ τῶν ἀνῃρημένων ἱλεούμενός τε καὶ εὐμενιζόμενος αὐτόν. ἐλέφαντες μὲν οὖν θεοὺς προσκυνοῦσιν, οἱ δὲ ἄνθρωποι ἆρά γε εἰσὶ θεοὶ καὶ ὄντες εἰ φροντίζουσιν ἡμῶν διαποροῦσιν.

45 Οἱ ἐν τῇ Αἰγύπτῳ ἱερεῖς ἑαυτοὺς περιρραίνουσιν οὐ παντὶ ὔδατι, οὐ μὴν οὐδὲ τῷ παρατυχόντι, ἀλλὰ ἐκείνῳ ἐξ οὗ πεπιστεύκασιν ὅτι ἄρα ἶβις πέπωκεν. ἴσασι γὰρ κάλλιστα ὅτι μήποτ᾽ ἂν πίοι ὕδατος ἐκείνη ῥυπαροῦ καὶ λελυμασμένου ἔκ τινων φαρμάκων· ἔχειν γάρ τι πιστεύουσιν ἐν ἑαυτῷ τὸ ζῷον καὶ μαντικῆς, ἅτε ἱερόν.

Ἐλέφαντας δὲ ἀκούω τῶν τετρωμένων τοὺς ἀτρώτους πεφεισμένως ἐξαιρεῖν καὶ ξυστὰ καὶ ἀκόντια, ὥσπερ οὖν χειρουργίας ἐπιστήμονας καὶ μαθόντας τὴν ἐν τοῖσδε σοφίαν.

Οὕτω δὲ ἄρα ἦν διὰ σπουδῆς τοῖς ἄνω τοῦ χρόνου καὶ τὰ ἄλογα. ἔχαιρε μὲν ἀκούων Λἰετὸς ὁ Ἠπειρώτης Πύρρος, ὃ δὲ τὸ δὴ λεγόμενον Ἱέραξ ὁ Ἀντίοχος. διάφορα μὲν δὴ ταῦτα καὶ ἀθρόα εἴρηται, τῷ συνιέντι μαθεῖν ἄξια.

46 Μιθριδάτης ὁ Ποντικὸς τὴν ἑαυτοῦ φρουρὰν καθεύδων ἐπίστευεν ἧττον καὶ τοῖς ὅπλοις καὶ τοῖς