Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/266

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὑστρίχων καὶ τῶν τοιούτων τὰ ἔκγονα ὄβρια καλεῖται· καὶ μέμνηταί γε Εὐριπίδης ἐν Πελιάσι τοῦ ὀνόματος καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι καὶ Δικτυουλκοῖς. τὰ δὲ τῶν ὀρνίθων καὶ τὰ τῶν ὄφεων καὶ τὰ τῶν κροκοδείλων ἔνιοι καὶ ψακάλους καλοῦσιν, ὧν εἰσι καὶ Θετταλοί. τὰ δὲ πρόσφατα ὀρνύφια ὀρταλίχους, ἀλεκτρυόνων τε νεοττοὺς ἀλεκτοριδεῖς λέγουσι, καὶ αὖ πάλιν χηνιδεῖς καὶ χηναλωπεκιδεῖς καὶ τὰ τούτοις ὅμοια κατὰ τὰ αὐτὰ σχηματίζουσιν. Ἀχαῖος δὲ ὁ τῆς τραγῳδίας ποιητὴς τὸν νεοττὸν τῆς χελιδόνος μόσχον ὠνόμασεν.

48 Μνήμην δὲ παρακολουθεῖν καὶ τοῖς ζῴοις, καὶ ἴδιον αὐτῶν καὶ τοῦτο εἶναι χωρὶς τῆς ἐς αὐτὴν τέχνης τε καὶ σοφίας, ἣν τερατευόμενοί τινες ἐπινοῆσαι κομπάζουσι, τεκμηριοῖ καὶ ἐκεῖνα. τὸν δεσπότην ὄντα τῶν ἐκ τῆς Ῥωμαίων βουλῆς ἀπέδρα Λ̓νδροκλῆς ὄνομα, οἰκέτης τὴν τύχην, ὅ τι κακουργήσας καὶ ἡλίκον οὐκ οἶδα εἰπεῖν. ἧκε δ᾽ οὖν ἐς τὴν Λιβύην, καὶ τὰς μὲν πόλεις ἀπελίμπανε, καὶ τοῦτο δὴ τὸ λεγόμενον ἄστροις αὐτὰς ἐσημαίνετο, προῄει δὲ ἐς τὴν ἐρήμην. φρυγόμενος δὲ ὑπὸ πολλῆς καὶ διαπύρου τῆς ἀκτῖνος, ἀσμένως ὕπαντρόν τινα πέτραν ὑποδραμὼν ἡσύχαζε· λέοντος δὲ ἄρα κοίτη ἥδε ἡ πέτρα ἦν. ἐπάνεισι τοίνυν ἐκ θήρας ὁ λέων, σκόλοπι βιαίῳ περιπαρεὶς καὶ κολαζόμενος, καὶ ἐντυχὼν τῷ νεανίᾳ εἶδεν αὐτὸν πράως, καὶ σαίνειν ἤρξατο, καὶ προύτεινε τὸν πόδα, καὶ ἐδεῖτο ὡς ἠδύνατο ἐξαιρεθῆναι τὸν σκόλοπα. ὃ δὲ τὰ μὲν πρῶτα κατέπτηξεν· ἐπεὶ δὲ πρᾶον τὸν θῆρα ἐθεάσατο καὶ τὸ κατὰ τὸν πόδα συνεῖδε πάθος, ἐξεῖλε τὸ λυποῦν τοῦ ποδός, καὶ τῆς ὀδύνης ἀπήλλαξεν. ἡσθεὶς οὖν τῇ θεραπείᾳ ὁ λέων ἰατρεῖά οἱ ἐκτίνων ξένον τε ἐνόμιζε καὶ φίλον, καὶ