Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/227

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ περιαμπεχούσας θυλακίδας. καὶ μήτε ἀλοητοῦ δεόμενοι μήτε ἀνδρῶν λικμῆσαι δυναμένων μήτε μὴν ἐπειγομένων πνευμάτων ἀποκρῖναι καὶ διαστῆσαι τάς τε ἄχνας καὶ τὸν καρπόν, ἀνθρώπων ἀρούντων τε καὶ σπειρόντων τροφὰς ἔχουσι μύρμηκες. σοφὸν δὲ καὶ ἐκεῖνο προσακήκοα, ὅτι ἄρα τοὺς τεθνεῶτας μύρμηκας οἱ προσήκοντες ἐν ταῖς τῶν πυρῶν κηδεύουσι θυλακίσιν, ὡς πατέρας ἢ πᾶν τὸ φίλιον ἐν ταῖς σοροῖς οἱ ἄνθρωποι.

44 Ἴππος εἰ τυγχάνοι κηδεμονίας, ἀμείβεται τὸν εὐεργέτην εὐνοίᾳ τε καὶ φιλίᾳ. καὶ ὁποῖος μὲν ἦν ὁ Βουκεφάλας ἐς Ἀλέξανδρον διαρρεῖ πανταχόσε ὁ λόγος, καὶ οὔ μοι λέγειν αὐτὸν ἥδιόν ἐστι. καὶ τὸν Ἀντιόχου δὲ ἵππον τὸν τιμωρήσαντα τῷ δεσπότῃ καὶ ἀποκτείναντα τὸν Γαλάτην ὅσπερ οὖν ἀπέσφαξε τὸν Ἀντίοχον ἐν τῇ μάχῃ ῾ὄνομα δὲ τῷ Γαλάτῃ Κεντοαράτης ἦν᾽ ἐῶ καὶ τοῦτον. Σωκλῆς δὲ ἄρα ῾οὐ γάρ τί που πολλοὶ τόνδε μοι δοκοῦσιν ἐγνωκέναἰ Ἀθηναῖος μὲν ἦν, καλὸς δὲ καὶ ἐδόκει καὶ ἐπεφύκει. οὗτος οὖν ἐπρίατο ἵππον ὡραῖον μὲν καὶ αὐτόν, ἐρωτικὸν δὲ ἰσχυρῶς καὶ οἷον σοφώτερον ἢ κατὰ τοὺς ἄλλους ἵππους. οὐκοῦν ἐρᾷ τοῦ δεσπότου δριμύτατα, καὶ προσιόντος ἐφριμάττετο καὶ ἐπικροτοῦντος ἐφρυάττετο, καὶ ἀναβαίνοντος ἑαυτὸν παρεῖχεν εὐπειθῆ, καὶ παρεστῶτος κατὰ πρόσωπον ὃ δὲ ὑγρὸν ἑώρα. καὶ ταῦτα μὲν ἐρωτικὰ ὄντα ἤδη ὅμως τερπνὰ ἐδόκει· ἐπεὶ δὲ ἦν ὥς τι καὶ δρασείων ἐς τὸ μειράκιον προπετέστερος, καὶ διέρρει λόγος ὑπὲρ ἀμφοῖν ἀτοπώτερος, ὁ Σωκλῆς οὐκ ἐνεγκὼν τὸ ἀπόφημον, ὡς ἐραστὴν ἀκόλαστον μισήσας ἀπημπόλησε τὸν ἵππον. ὃ δὲ οὐ φέρων τὴν ἐρημίαν τὴν ἀπὸ τοῦ καλοῦ, ἑαυτὸν τοῦ ζῆν ἀπήλλαξε λιμῷ βιαιοτάτῳ.