Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/228

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

45 Νοοῦσι δὲ ἄρα ἀτταγᾶς μὲν ἀλεκτρυόνι ἔχθιστα, ἀλεκτρυὼν δὲ αὖ πάλιν ἀτταγᾶ, καὶ κορώνῃ κίρκος καὶ ἐκείνη ἐκείνῳ, καὶ πελαγίῳ ἱέρακι ὁ κόραξ καὶ κόρακι ἐκεῖνος, τρυγόνι τε κόραξ καὶ κίρκος, καὶ μέντοι καὶ ἡ τρυγὼν ἑκατέρῳ. πέπυσμαι δὲ καὶ πελαργὸν νυκτερίδα μισεῖν, καὶ ἐκείνην ἀντιμισεῖν ὡς πολέμιον, πελεκᾶνα δὲ μὴ νοεῖν φίλα ὄρτυγι. καὶ ἀμοιβὴν τοῦ μίσους ἀκούω εἶναι.

46 Ἀποκτίννυσι δὲ ἀετὸν μὲν τὸ καλούμενον σύμφυτον, τὴν δὲ ἶβιν ὑαίνης χολή, σκορόδου σπέρμα τὸν ψᾶρα, χαραδριὸν ἄσφαλτος, τὸν δὲ ἐχῖνον ὁ καλούμενος ποταμογείτων. ἐχῖνος δὲ αἰθυίας χολὴν οὐχ ὑπομένει. κίρκος δὲ καὶ λάρος καὶ τρυγὼν καὶ κόσσυφος καὶ τὸ γυπῶν ἔθνος σίδην κοπεῖσαν εἰ διατράγοιεν, ἀπολώλασι. κέδρου τὸν καλαμοδύτην ἀπόλλυσι φύλλα, ἄνθος δὲ ἄγνου τὸν μελαγκόρυφον, κόρακα δὲ εὐζώμου σπέρμα. μύρῳ κάνθαρος ἀποθνήσκει, στέατι δορκάδος ὁ ἔποψ. κορώνη δὲ λυκοβρώτου κρέως λειψάνῳ περιτυχοῦσα ἀποθνήσκει. κορυδαλλὸς δὲ νάπυος σπέρματι, γέρανος ἀμπέλου δάκρυον σπάσασα διεφθάρη.

47 Λαγὼ δὲ πέρι καὶ ἐνταῦθα ἔπεισιν εἰπεῖν τοιαῦτά μοι. ἐς τὴν κοίτην τὴν συνήθη οὐ πάρεισιν ὁ λαγὼς πρὶν ἢ ταράξαι τὰ ἴχνη, πῆ μὲν ἐσιὼν πῆ δὲ ἐξιών, ἵνα ἀφανίσῃ τὴν ἐκ τῶν θηρατῶν ἐς αὐτὸν ἐπιβουλήν, σοφίᾳ τινὶ φυσικῇ τὸ θηρίον τοὺς ἀνθρώπους αἱμυλώτατα ἀπατῆσαν.

48 Μήτηρ δὲ ἄρα καὶ ἡ θήλεια ἵππος ἀγαθὴ ἦν καὶ τοῦ πώλου τοῦ ἐξ αὐτῆς μεμνῆσθαι δεινή. ὅπερ οὖν κατεγνωκὼς Δαρεῖος ὁ κάτω εἶτα μέντοι ἐπήγετο ἐς τὰς μάχας ἐξ ὠδίνων ἵππους τὰ βρέφη καταλιπούσας οἴκοι. τρέφονται δὲ καὶ ὀρφανοὶ μητέρων οἱ