Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/226

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ναπαῖον νομισθῆναι τὸν αὐτόν. μετειληχέναι δὴ καὶ ζηλοτυπίας τὰ ζῷα ὁ τράγος διδάσκει.

43 Σύριγγας μὲν Αἰγυπτίας ᾄδουσιν μὲν οἱ συγγραφεῖς, ᾄδουσι δὲ καὶ λαβυρίνθους τινὰς Κρητικοὺς ἐκεῖνοί τε αὐτοὶ καὶ τὸ τῶν ποιητῶν φῦλον· μυρμήκων δὲ ἐν γεωρυχίᾳ ποικίλας ἀτραποὺς καὶ ἑλιγμοὺς καὶ περιόδους οὔπω ἴσασι. σοφίᾳ δὲ ἄρα τὴν ὑπόγειον οἰκονομίαν τήνδε ἀπεργάζονται σκολιωτάτην, τοῖς ἐπιβουλεύουσί σφισι τῶν θηρίων τὴν πάροδον δύσπορον ἢ καὶ παντελῶς ἄπορον ἀποφαίνοντες. τὴν δὲ γῆν ἣν ἐξορύττουσιν, ἀλλὰ ταύτην ὑπὲρ τοῦ στομίου περιβαλόντες οἱονεὶ τείχη τινὰ καὶ προβλήματα ἐργάζονται, ὡς μὴ τὸ ὕδωρ τὸ ἐξ οὐρανοῦ καταθέον εἶτα ῥᾳδίως αὐτοὺς ἐπικλύσαν ἢ ἀπολέσῃ πάντας ἢ τούς γε πλείστους. αἱμασιὰς δέ τινας μέσας διειργούσας ἀπ᾽ ἀλλήλων τοὺς χηραμοὺς διατειχίζουσι καὶ μάλα ἐντέχνως, εἶεν δ᾽ ἂν οἱ χῶροι τρεῖς, ὡς ἐν οἰκίᾳ σοβαρᾷ. καὶ τὸν μὲν ἀποφαίνουσιν ἀνδρῶνα εἶναι, ἐν ᾧ διαιτῶνται οἱ ἄρρενες καὶ ὅσον σὺν αὐτοῖς θῆλυ· τὸν δὲ ἕτερον, ἔνθα ἀποτίκτουσι κύουσαι μύρμηκες, οἱονεὶ γυναικῶνα· τρίτον δ᾽ ἕτερον θησαυρόν τε καὶ σιρὸν ἀποκρίνουσι τοῖς ἠθροισμένοις σπέρμασι. καὶ οὔτε Ἰσχόμαχος ἐνταῦθα οὔτε Σωκράτης ὑπὲρ τῆς ἀξιοζήλου οἰκονομίας σπουδάζοντες διδάσκουσιν αὐτά. οἱ δὲ μύρμηκες προῖόντες ὥσπερ οὖν ἐπισιτίσασθαι, τοῖς μεγίστοις ἕπονται· οἳ δὲ ἄγουσι στρατηγῶν δίκην. καὶ ἐς τὰ λήια ἐλθόντες οἱ μὲν ἔτι νεαροὶ τὴν καλάμην ὑφεστᾶσιν, οἱ δὲ ἡγεμόνες ἀνέρπουσι, καὶ τοὺς καλουμένους οὐραχοὺς τῶν καρπίμων διατραγόντες τῷ δήμῳ τῷ κάτω ῥίπτουσιν· οἳ δὲ περιελθόντες τοὺς μὲν ἀθέρας ἀποκόπτουσιν, ἐκλέπουσι δὲ τὰς τὸν πυρὸν στεγούσας τε