Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/116

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ
κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν,
ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι.
 Τόφρα δ᾽ Ἔρως πολιοῖο δι᾽ ἠέρος ἷξεν ἄφαντος, 275
τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος
τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες.
ὦκα δ᾽ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας
ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ᾽ ἰόν.
ἐκ δ᾽ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν 280
ὀξέα δενδίλλων· αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς
Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,
ἰθὺς δ᾽ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν
ἧκ᾽ ἐπὶ Μηδείῃ· τὴν δ᾽ ἀμφασίη λάβε θυμόν.
αὐτὸς δ᾽ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο 285
καγχαλόων ἤιξε· βέλος δ᾽ ἐνεδαίετο κούρῃ
νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δ᾽ αἰεὶ
βάλλεν ὑπ᾽ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο
στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν᾽ ἄλλην
μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. 290
ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ
χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,
ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,
ἄγχι μάλ᾽ ἐγρομένη· τὸ δ᾽ ἀθέσφατον ἐξ ὀλίγοιο
δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ᾽ ἀμαθύνει· 295
τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ
οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς
ἐς χλόον, ἄλλοτ᾽ ἔρευθος, ἀκηδείῃσι νόοιο.
Δμῶες δ᾽ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,
αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς, 300
ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν.

 287 εἴκελον Stephanus: ἴκελον codd. 290 γλυκερῇ ... ἀνίῃ Pariss. duo et coniecerat Stephanus: γλυκερὴ ... ἀνίῃ L: γλυκερὴ ... ἀνίη vulg. 291 περὶ Paris unus et supra scr. in altero: πυρὶ vulg. 294 ἄγχι] πάγχυ Merkel