Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/115

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Γ

τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια
πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,
Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν.
καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα 245
ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν.
τοὺς δ’ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες
ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρ’ οἵγε
ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν—
Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δ’ οὔτι θάμιζεν 250
ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο
νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα—
καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δ’ ἄκουσεν
Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι
νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι 255
ἔδραμον. ἡ δ’ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα
ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ
μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες
γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον·
 «Ἔμπης οὐκ ἄρ’ ἐμέλλετ’ ἀκηδείῃ με λιπόντες 260
τηλόθι πλάγξασθαι· μετὰ δ’ ὑμέας ἔτραπεν αἶσα.
δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης
λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε
πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατ’ ἀνίας
ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο, 265
ὅστις ὅδ’ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι
μητέρ’ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε;»
Ὧς ἔφατ’· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε,
ἐκ δ’ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο,
Χαλκιόπης ἀίουσα· τὸ δ’ αὐτίκα πᾶν ὁμάδοιο 270
ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο

 248, 249 τὴν μὲν ἄρ’ οἵγε ... μετιοῦσαν Vatt. duo, Vrat. Vind. L 16 ex corr.: τῇ μὲν ἄρ’ οἵγε ... μετιοῦσαν L G: ἡ μὲν ἄρ’ ᾔει ... μετιοῦσα vulg. 252 θεᾶς Merkel: θεῆς codd. 254 ποδῶν om. L G 256 τῇσιν L G 263 ἐφημοσύνῃσιν ἕλεσθε Brunck: ἐφημοσύνῃσι νέεσθαι vulg.