Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/117

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Γ

ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς
υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν·
«Παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων
ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα, 305
πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη
σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο
πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου.
ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο
δινεύσας, ὅτ’ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 310
Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δ’ ἱκόμεσθα
ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ’ ἔτι νῦν περ
ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.
ἀλλὰ τί μύθων ἦδος; ἃ δ’ ἐν ποσὶν ὗμιν ὄρωρεν,
εἴπατ’ ἀριφραδέως, ἠδ’ οἵτινες οἵδ’ ἐφέπονται 315
ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.»
Τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν
Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο
μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν·
 «Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 320
ζαχρηεῖς· αὐτοὺς δ’ ἐπὶ δούρασι πεπτηῶτας
νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα
λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμ’ ἐσάωσεν.
οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον
ηὐλίζοντ’ ὄρνιθες Ἀρήιαι, οὐδ’ ἔτι κείνας 325
εὕρομεν. ἀλλ’ οἵγ’ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες
νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφ’ ἀπέρυκεν
ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα,
αὐτίκ’ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ’ ἔδωκαν,
οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 330
ἠδ’ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται.
χρειὼ δ’ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σ’ ἐπικεύσω.

 314 ὗμιν L. ὔμμιν vulg. 316 ὅππῃ τε Pariss. duo: ὁππότε L G: ὁππότε καὶ Stephanus 321 ὑπὸ] ἐπὶ Madvig 325 οὐδ’ ἔτι Pariss. duo: οὐδέ τι vulg. 327 καί σφας ἔρυκεν Herwerden