Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/67

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
21
PER BOSPORUM NAVIGATIO.

καθ’ ὃ μὲν γὰρ εἰς ἀμέτρητον ἐμβεβληκυῖα τὸν βυθὸν, πρὸς τὴν δύσιν ὑποστρέφει, μεγέθει τε διαρκεῖ καὶ πνευμάτων σκεπανὸν παρέχει τὸν ὅρμον· τῷ δὲ προσέχοντι πολλὴν καὶ θρασεῖαν ἐκδέχεται τοῦ ῥεύματος τὴν βίαν ὁμοία ἀνδριάντος· ποτὲ μὲν γὰρ οἷα παλιμπάστου κυκεὼν πελάγους εἱλεῖται κατ’ αὐτὴν, ποτὲ δὲ ῥόθιος εἰς τὸ κάταντες ὠθεῖ τὴν θάλασσαν· καὶ πολλὰς οἶδα ναῦς μεστὰς οὐριοδρομούσας τοῖς ἱστίοις ὑποφερομένας εἰς τοὐπίσω, μαχομένου τῷ πνεύματι τοῦ ῥοῦ· πάλιν δ’ ἐν χρῷ τῆς πέτρας ἀναστρέφει, καὶ ἐξ ἀνακοπῆς οἶον ἀντίσπαστος τοῦ πελάγους ἐναντίον αὐτὸς αὐτοδρομῶν ἐπείγεται· δείκνυνται δέ τινες τρίβοι καὶ τύποι τῶν ἐναλίον καρκίνων πεζῇ παρεξιόντων τὸ ῥοωδέστατον· ὅθεν τὰ πολλὰ μὲν ὑπὸ τῶν ἀναδουμένων τὰς ναῦς καὶ ἐκ τῆς γῆς ἐφελκόντων πρὸς ἀνάντη καὶ πολὺν ἐμίπτοντα τὸν ῥοῦν βιάζεται· καὶ φόβος καὶ ἀπορία ἔπεισιν, ὅσα μὴ δευτέρας πείρας· ἔστι δὲ ὅπου καὶ μικρὸν ἐνδόντος καὶ χαλάσαντος, ἐν τῷ χρῷ τῆς ἀποβάσεως καὶ παρ’ αὐτὰς τὰς πέτρας ἁμιλλῶνται τῷ ῥεύματι, στηρίζοντες εἰς τὰς ῥαχίας τὴν εἰρεσίαν, καὶ τὴν θαλαττίαν ἰσχὺν τῇ τῆς ἠπείρου συμμαχίᾳ βεβαιοῦντες. Ἑστίαι δὲ ὁ τόπος ὠνόμασται· κα-

1. καθὸ A. ‖ 2. τὲ A. ‖ 3. θρασείαν A. ‖ 4. ὁμοίαν A. ‖ 6. οὐριοδρομώσας prima manu A. ‖ 9. αὐτοδρόμων cum signo hyphen A. ‖ 11. προσανάντη A. ‖ 14. ἐν τῶ ῥῶ A.