Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/68

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
22
DIONYSII BYZANTII

τέσχον γὰρ ἐνταῦθα ταῖς ναυσὶν οἱ τῆς ἀποικίας ἡγεμόνες, ἐπειδὴ, παρεξιόντες τὴν Βοσπόριον ἄκραν, ὁρῶσι πολλῷ πλήθει βαρβαρικοῦ στρατοῦ κατεχομένας τὰς ἀποβάσεις· καὶ ταὶς μὲν ἑστίας ἱδρύσαντο κατὰ πόλιν ἑκάστην ἔνθα πρῶτον ἀπέβησαν· ἐπεὶ δὲ αἰσθάνονται τοὺς βαρβάρους κατὰ γῆν ἰόντας ἐπ’ αὐτοὺς, ἀναμείναντες ἄχρι πλεῖστον ἀποσπάσαιεν ἐκείνων τῶν χωρίων ἐφιᾶσι τῷ ῥεύματι τὸν στόλον· καὶ εἰς ἐφύλακτον ἤδη καὶ κενὴν ἀνδρῶν κατίσχουσι τὴν ἄκραν διαστρατηγήσαντες τοὺς βαρβάρους· ἦν γὰρ τοῖς μὲν κατ’ ἐπιτομὰς τῶν κόλπων οὐ πολὺς ὁ πλοῦς, τοῖς δὲ ἐν κύκλῳ τῆς γῆς ἡ περίοδος· ἔνιοι δέ φασιν οὐ πόλεων ἀλλ’ οἴκων Μεγαρικῶν ἑπτὰ τῶν ἀρίστων εἶναι τὰς Ἑστίας· πεπιστεύσθω δὲ ὅπως ἑκάστῳ φίλον.

LIV. Κάμψαντι δὲ τὰς Ἑστίας εἰρηναῖος ἥδη καὶ βέβαιος ὁ πλοῦς πρός τε τῆς ἅκρας τὴν ἐπιστροφὴν καὶ τοῦ ῥεύματος τῆν πελάγιον καὶ μετέωρον ὁρμήν· ἔνθεν φασὶ περάσαι, πρὸ μὲν τῶν Τρωϊκῶν, Μυσοὺς ἅμα Τεύκροις· καὶ μέχρι Θετταλίας ἀνύσαι κρατοῦντας ἁπάσης ὅσης ἐπῄεσαν γῆς· ὑπὸ δὲ τὸ Ἰλιακὸν ἔργον, Ἀστεροπαῖον βασιλέα τῶν ἐπ’ Ἀξίῳ ποταμῷ Παιόνων.

LV. Χηλαὶ δὲ μετὰ τὰς Ἑστίας, κατὰ τὸ ἐμφερὲς τοῦ σχήματος· εἰκὼν

3. ἱδρύσαντος A. ‖ 9. ἔνιοι δὲ φασὶν A. ‖ 15. ἀνῦσαι A.