Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/66

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
20
DIONYSII BYZANTII

δέχεται τοῦ πελάγους τὴν ὕβριν, ῥοώδει κοπτόμενος θαλάσσῃ· κατὰ κορυφὴν δὲ αὐτοῦ Γέρων Ἅλιος ἵδρυται· τοῦτον οἱ μὲν Νηρέα φασὶν, οἱ δὲ Φόρκυν, ἄλλοι δὲ Πρωτέα, τινὲς δὲ πατέρα Σημύστρας· οἱ δὲ Ἰάσονι καὶ ταῖς σὺν αὐτῷ φραστῆρα τοῦ πλοῦ καὶ τῆς ἐκβολῆς τῶν στενῶν ἡγεμόνα γενέσθαι, Λευκία δὲ τοῦ μάντεως τὸ γένος ὄντα· δίδωσι δὲ ὁ χρησμὸς τοῖς ἐπεσσομένοις τῇ γενέσει τῆς ἀποικίας, ἐξ ἐνυπνίου φαντασίας προειπόντος, ὠς χρὴ θύειν Ἁλίῳ τῷ Γέροντι· καὶ δημοσίᾳ τετίμηται.

L. Γείτων δ’ αὐτῷ Παράβολος, ἀπὸ τῆς ἀνωμαλίας τοῦ πελάγους κινδυνευομένης ἄγρας· εἰς γὰρ ἀκάλυπτον καὶ γυμνὴν κατιὼν τὴν ῥαχίαν τῆς θαλάσσης, ὁ ῥοῦς παραβόλους ὡς ἀληθῶς καὶ τῷ παρὰ μικρὸν ἐπιτυγχανομένας δίδωσι τὰς θήρας τῶν ἰχθύων.

LI. Ἔνθεν Κάλαμος καὶ Βυθίας· ὁ μὲν, ἀπὸ τοῦ πλήθους· ὁ δὲ, σκέπῃ τῶν ἀκρωτηρίων ἀπὸ τοῦ βυθοῦ κατὰ περιτροπὴν ὠνόμασται· δάφνη δὲ ἐν αὐτῷ, Μηδείας τῆς Αἰήτου φυτὸν, ὡς λόγος.

LII. Τούτῳ παράλληλος λόφος ὕπτιος ήρέμα κατακλινὴς ἐπὶ θάλατταν καὶ Μητρὸς Θεῶν ἱερόν· ἀπὸ δὲ τῶν ἐποικησάντων αὐτῷ, Βάκα τοὔνομα.

LIII. Μεθ’ ὃν ἄκρα προτενὴς, πολὺν ἐγκολπιζομένη λιμένα, καὶ παχεῖ τῷ προσπίπτοντι κρημνῷ τὰς βορείους τῆς θαλάττης πληγὰς ἀμυνομένη·

2. νϊρέα A. ‖ 3. ἰάσωνϊ A. ‖ 12. πλήθους, βϋθίας· ὁ δὲ σκέπη A. ‖ 18. ἀμϋνόμενοι A.