λωνος· ἡ δὲ ἀκτὴ προμήκης πᾶσα, καὶ τοῖς ἀφ’ ἑσπέρας καὶ μεσημβρίας πνεύμασιν ἐπίδρομος.
XLVII. Μετὰ τοῦτο, οἱ Ῥοδίων περίβολοι· καθ’ ὦν ἀναπτόμενοι τὰ πείσματα Ῥόδιοι τοῖς περὶ τῆς θαλάσσης συνδιαμφισβητοῦντες ἐφώρμουν· τούτων οἱ μὲν εἰς ἡμᾶς ἔτι σώζονται λίθοι τρητοὶ νεῶν ἀπόδεσμοι· προὔπεσον δὲ οἱ πλείους ὑπὸ τοῦ χρόνου.
XLVIII. Τούτοις ἕπεται τὸ καλούμενον Ἀρχεῖον· αὐτὸ μὲν, πεδίον ἐπιεικῶς εὔγειον καὶ φιλάμπελον, ἑκατέρωθέν τε τοῖς ἐπανισταμένοις καὶ προπίπτουσιν ἐπὶ τὴν θάλατταν λόφοις συγκλειόμενον· διὰ μέσου δὲ αὐτοῦ, κάτεισι ποταμὸς εἰς μαλακὴν καὶ βαθεῖαν ᾐόνα· τοῦτο ᾤκισεν Ἀρχίας Θάσιος [ὁ] Ἀριστωνύμου παῖς, καὶ πόλιν ἐν αὐτῷ κτίζειν ἠξίωσεν· ἀλλὰ γὰρ ὑπὸ Χαλκηδονίων εἴργεται δεδιότων ἐπ’ αὐτοῖς οἰκισθῆναι τὸ χωρίον. Ἀρχίας μὲν δὴ μεταναστὰς, Αἶνον οἰκίζεται· τῷ τόπῳ δὲ ἀπολείπει τοὔνομα.
XLIX. Μετὰ δὲ τὸ Ἀρχεῖον, πολὺς καὶ εἰς βάθος διερρωγὼς ἀπανίσταται κρημνός προσπίπτων δὲ τῇ τῆς ἄκρας ὑπεροχῇ, πρῶτος ἀθρόαν ἐκ-
4. ἐφώρμουν mutatum in ἐφώρμων prima manu A. ‖ 10. βαθείαν ἐόνα A. — ὤκησεν mutatum prima manu in ὤκισεν. ‖ 11. θάσιος ἀριστωνύμου A.