Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/64

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18
DIONYSII BYZANTII

ἠρέμα διολισθαίνοντα τῆς θαλάττης καὶ κατὰ τὸ ἐπαγωγὸν τῆς τοῦ μέλους ἡδονῆς ὑπέρ τῶν μετεώρων ὠκείλαντα, διαφθείρει βαλών. Οὐ μὴν ἐνοσφίσατο τὴν ἄγραν· θάπτει γὰρ δὴ Χάλκις μεγαλοπρεπῶς τὸν ἀκροατήν· ἔθετο δὲ τοῖς χωρίωις ὀνόματα Δελφῖνα καὶ Καράνδας, τὸν μὲν τιμῶν τῆς μνήμης, τὸν δὲ ἀμυνόμενος.

XLIII. Ἄκρα τοὐντεῦθεν ἐπὶ βραχὺ κολπουμένη· βάσις δὲ αὐτῇ καὶ ῥίζα, πέτρα κατὰ βυθοῦ, Θέρμαστις προσαγορεύεται.

XLIV. Μεθ’ ἣν αἰγιαλὸς ἀναπεπταμένος εἰς νότον ἄνεμον· λέγεται δὲ ἀπὸ τῶν ἐν τοῖς πεντηκοντόροις εἰς αὐτὸν κατασχόντων, Πεντηκοντορικόν· ἅμα γὰρ ἥ τε πόλις ἤρξατο τῆς κτίσεως, καὶ τῶν χωρίων ἕκαστα τῆς προσηγορίας.

XLV. Τούτῳ συνεχὴς Τὰ Σκύθου· Σκύθην γάρ φασι μετανάστην έκ τῆς αὐτοῦ, προσορμίσασθαι Ταῦρον ὄνομα· τοῦτον δὲ ἐπὶ Κρήτης φασὶ πλεύσαντα διαφθεῖραι Πασιφάην τήν Μίνωος· ὅθεν ὁ μῦθος τοῦ τε ἔρωτος καὶ τῆς ἐξ αὐτοῦ γενέσεως.

XLVI. Ὑπολαμβάνει δὲ ἐφεξῆς Ἰασόνιον, ἐνταῦθα τῶν σὺν Ἰάσονι ὁρμισαμένων· δρυμός δὲ ἐν αὐτῷ βαθείας δάφνης εὔπορος, καὶ βωμὸς Ἀπόλ-

6. τοὔντ. A. ‖ 16. ἰασϊόνϊον A. ‖ 17. δάφνησπόρος A.