Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/63

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17
PER BOSPORUM NAVIGATIO.

προσέσχον, εἶτα ἀναχθέντες αὖθις ἀνέστρεψαν· ἡ πεῖρα τοῦ συμβάντος ἔθετο τῷ τόπῳ τοὔνομα.

XLI. Μικρὸν δὲ ὑπὲρ αὐτοῦ, νεὼς Πτολεμαίου τοῦ Φιλαδέλφου· τοῦτον έτίμησαν ἶσα θεῷ Βυζάντιοι, μεγαλοφροσύνης τε αὐτοῦ καὶ τιμῆς τῆς περὶ τὴν πόλιν ἀπολαύσαντες· καὶ γὰρ χώραν ἐπὶ τῆς Ἀσίας δωρεῖται καὶ σίτου πολλὰς μυριάδας καὶ βέλη καὶ χρήματα.

XLII. Τὸ δὲ ἑξῆς χωρίον Δελφὶν λέγεται καὶ Καράνδας· αἰτία δὲ τῶν ὀνομάτων ἥδε· Χάλκις ἐπῴκησεν ἀνὴρ, Βυζάντιος μὲν τὸ γένος, τὴν δὲ ἐπιστήμην κιθαρῳδὸς, οὐδενὸς τῶν ἄκρων ἀποδεέστερος· ἐπὶ τοῦτον ὁπότε τὴν σκευὴν ἀμπισχόμενος τὸν ὄρθιον ἀείδοι νόμον, δελφὶν ἐκ τοῦ πελάγους κάτεισι, πρὸς δὲ τὸ ἐπίφορον τῆς ᾠδῆς ἐκκλίνων τὰς ἀκοὰς, καὶ τῇ τῆς θαλάσσης ἀποβάσει προσιστάμενος ἔξαλος καὶ τὴν ὄψιν μετέωρος, ὡς ὰθρόου τοῦ μέλους ἐμφοροῖτο, μηδὲν εἰς τὴν τῆς ἀκοῆς ἀκρίβειαν ὑπὸ τοῦ βυθοῦ τῆς κινήσεως βλαπτόμενος· ἦν δὲ αὐτῷ μέτρον ἡδονῆς τε καὶ εὐτυχίας ὅ, τι καὶ τῷ Χάλκιδι τῆς ᾠδῆς· παυσαμένου γὰρ ἐδύετο κατὰ τῆς θαλάττης ἀναχωρῶν εἰς τὰ ἤθη τὰ ἑαύτοῦ. Καράνδας δὲ ποιμὴν πάροικος, εἴτε φθόνῳ καὶ μίσει Χάλκιδος, δύναιτο δ’ ἄν καὶ πλεονεξίας ἕνεκα λοχήσας

1. ἡπείρα A. ‖ 10. ἀπισχόμενος A. ‖ 12. ἐπιβάσει corr. in ὑποβάσει prima manus A. ‖ 15. ὅτι A.