Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/62

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
16
DIONYSII BYZANTII

κατ’ ἔθος θύουσι Βυζάντιοι· δοκεῖ γὰρ δὴ ταμιεύειν τῶν ἀνέμων τὴν εὐκαιρίαν, πραΰνουσα [καὶ] καθισταμένη τήν ἐπιπλέον αὐτῶν ταραχήν.

XXVII. Τὸ δὲ ἐντεῦθεν Ὀστρεώδης ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασται· βύθιόν τε γὰρ ἔστρωται κατὰ τῆς θαλάσσης ἕρμα πλήθει τῶν ὀστρέων ἐπιλευκαινόμενον· διαφαίνεται δὲ τοῖς ὁρῶσιν ὁ βυθὸς, καὶ μάλιστα ἐν ἡσυχίᾳ καὶ γαλήνῃ πνευμάτων· τρέφει δὲ ὁ τόπος τὸ ἀεὶ δαπανώμενον· καὶ ἔστιν ὠς ἄν εἴποι τις ἄσωτος ἡ χρῆσις, διαμιλλωμένης τῇ θήρᾳ τῆς γενέσεως.

XXXVIII. Εκδέχεται δὴ τὴν Οστρεώδη τὸ καλοῦμενον Μέτωπον· τοῦτο κεῖται μὲν κατὰ πρόσωπον τῆς πόλεως· βλέπει γὰρ αὐτὴν τὴν Βοσπόριον ἄκραν· ὠνόμασται δὲ ἀπὸ τοῦ σχήματος· καὶ γὰρ πρὸς τὴν ἤπειρον γεώδεσι λόφοις ἐστὶν ὁμαλὲς, καὶ ἐκ θαλάττης ἀπότομον καὶ ἀκλινὲς, οὐ μὴν θεοῦ μαρτυρίας ἄμοιρον· τετίμηται γὰρ Ἀπόλλων κατὰ τοῦτο.

XXXIX. Μετὰ δὲ τὸ Μέτωπον, Αἰάντειον ἐπώνυμον Αἴαντος τοῦ Τελαμῶνος, ὅντινα κατὰ μαντείαν σέβουσι Μεγαρεῖς· τὰ δὲ ἔθη τῶν οἰκιστῶν, νόμοι τοῖς ἀποίκοις.

XL. Ἔνθεν καθ’ ὃ προπίπτων κρημνὸς εἰς θάλατταν ἐπιστρέφει, Παλινόρμικον ὠνόμασται ἀπὸ τῆς δευτέρας καθορμίσεως, ἐπειδὴ κατ’ ἀρχὰς

9. βοσπορΐαν A. ‖ 13. αἰάντϊον A.