ταις ᾕρουν. Πᾶσα γὰρ ἡ πρὸς νότον ἄνεμον πλευρὰ τοῦ Κέρατος, ἐπηρεφὴς ὕλαις.
XXXII. Καθ’ ὃ δὴ λήγει μὲν τὸ Κέρας, ἄρχεται δὲ ὁ τοῦ Πόντον προκείμενος ἰσθμὸς, εἱς ἀναπεπταμένην ἤδη καὶ πολλὴν τὴν Προποντίδα βλέπον ἀκρωτήριον· ἐφ’ ᾦ τάφος Ἱπποσθένους ἥρωος Μεγαρέως, ἀφ’ οὗ καὶ τοὔνομα τῷ χωρίῳ.
XXXIII. Μεθ Ἱπποσθένην δὲ, Συκίδες, ἀπὸ τοῦ πλήθους καὶ κάλλους τῶν φυτῶν· φασὶ γὰρ ἔνιοι τῶν περιεργοτέρων ἔνθεν αὐτὸ καὶ καθόλου τὴν ἀρχὴν λαβεῖν.
XXXIV. Σχοινίκλου τέμενος ἐντεῦθεν, Μεγαρόθεν αὐτῷ Βυζαντίων καὶ μνήμην καὶ τιμὴν ἐνεγκαμένων· τοῦτον Ἀμφιάραω τοῦ μάντεως ἡνίοχον γενέσθαι φασίν.
XXXV. Ὁ δὲ συναφὴς τόπος Αὐλητὴς ἐπωνόμασται, Πύθωνος ἐποικήσαντος Αὐλητοῦ ἐπ’ ὀνόματι· τετίμηκε δὲ τὴν μνήμην ἡ τέχνη.
XXXVI. Τὸ δὲ ἐφεξῆς Βόλος, εἰς τὴν κατὰ χειμῶνα τῶν ἰχθύων θήραν εὐφυὴς, ἐφ’ ᾧ τέμενος Ἀρτέμιδος Φωσφόρου καὶ Ἀφροδίτης Πραείας, ᾗ
1. ἤρουν A. ‖ 7. συκείδες prima manus A. ‖ 10. αὐτὸ A. ‖ 11. τούτων A. ‖ 14. αὐλη τῶν correctum in τοῦ.