Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/60

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
14
DIONYSII BYZANTII

XXVIII. Επὶ τούτῳ, Νικαίου βωμὸς ἥρωος· καὶ περιαγὲς ἠρέμα χωρίον, ἰχθύων θήρας ἐκδόχιον, καὶ Νέος βόλος ὡς εὕρηται λεγόμενος.

XXIX. Παρεξισοῦσι δὲ τὴν Ἀκτῖνα φύσις καὶ τοὔνομα. Περὶ δ’ αὐτὸν, Κάνωπος, Κῦβοι, Κρηνίδες· αἱ μὲν, ἀπὸ τῶν ἀναδιδόντων πηγαίων ναμάτων· πάνυ γὰρ ἔνδροσος καὶ κατάρρυτος ὁ χῶρος. Κῦβοι δὲ, Περσικῆς παράσημον ἱστορίας· καταγωγὰς γάρ τινας ἐνταῦθα καὶ ἀπολαύσεις ἐποιοῦντο. Κάνωπος δὲ ἀπὸ Αἰγύπτου φέρεται τοὔνομα, καθ’ ὁμοιότητα τῆς ἐν αὐτῷ τροφῆς. Μείζων δὲ τέμνει τὸν βυθὸν ποταμὸς, ἀφ’ οὗ καὶ τῷ κόλπῳ τοὔνομα, διαρκὴς μὲν ἄλλως, οὐ μὴν ναυσίπορος.

XXX. Τοὐντεῦθεν, ἄλλος ἀκροβύθιος, ὑφἀλοις ῥίζαις περιφερὴς...... ἀποκλείουσα τὸν κόλπον· παρ’ ὃ καὶ θήρας τῶν ἰχθύων ὑστερεῖ τῶν ἐν θαλάττῃ σπιλάδων περὶ αὐτὰς τὰς εἰσόδους ἀπαντώντων ὅσα μὴ νυκτὸς ἀσαφείᾳ καὶ πλάνῳ παρολισθᾶνει.

XXXI. Μετὰ δὲ τὴν ἄλλην, τὰ λεγόμενα Χοιράγια· κέκληται δὲ ἀπὸ τοῦ συμβεβηκότος· ἐπεί τινες τοὺς κατιόντας ἐκ τῶν ὀρῶν συάγρους ἀπά-

3. φύσιν A. ‖ 10. videtur deesse nomen. ‖ 13. ἀσαφεία καὶ πλάνω A.