πλήθους τῆς καταδιδούσης ἰλύος. Τὸ δὲ ἔνθεν, μετέωρος καὶ τεναγώδης ἀνάχυσις ἄχρις ἐπὶ τὰς ἐκβολὰς τῶν ποταμῶν, οἳ δίχα μὲν ἀλλήλων φέρονται, συμβάλλουσι δὲ ἐπὶ ταῖς προχοαῖς, ὡς δι’ ἑνὸς στόματος ἐκπίπτοντες. Διὰ μέσου δὲ, ἒλη τε ἐὔβοτα καὶ λειμῶνες, ἀφθόυνους ἀναδιδόντες νομὰς βοσκημάτων. Τούτους ὁ θεὸς σκύλακας ᾐνίξατο, τοὺς ὑπὲρ τῆς ἀποικίας χρωμένονς προτρέπων. Λέγει δὲ οὕτως· [Ὄλβιοι οἳ κείνην ἱερὴν πόλιν οἰκήσουσιν, Ἀκτὴν Θρηϊκίην τ’ ἔνυγρον παρά τε στόμα Πόντου] Ἔνθα δύο σκύλακες πολιὴν μάρπτουσι θάλασσαν, Ἔνθ’ ἰχθὺς ἔλαφός τε νομὸν βόσκονται ἀν’ αὐτόν. Εἴρηται δὲ ταῦτα ἀπὸ τοῦ συμβεβηκότος· οἳ τε γὰρ ἔλαφοι, κατιόντες ἐκ τῆς ὕλης ὥρᾳ χειμερίῳ, σιτοῦνται τὸν ἑλείτην κάλαμον· ἰχθύων τε ὅσον ἐπίμικτον θαλάσσῃ καὶ ποταμοῖς ὑποφωλεύει τῇ τοῦ Κέρατος ἡσυχίᾳ, νωθρὸν ἅμα καὶ ἀργὸν ἐπ’ εὐτροφίας λιχνεύει τὴν κατὰ βυθοῦ ῥίζαν.
XXIV. Ἄρχεται δὲ τῶν ποταμῶν Κύδαρος μὲν ἀπὸ θερινῆς δύσεως,
4. εὔβοα A. ‖ 7-8. Ὄλβιοι... Πόντου om. A, sed habet schol. marg.