Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/56

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10
DIONYSII BYZANTII

ἀπὸ Πειραιῶς τοῦ πρὸς τῇ πόλει τῶν Ἀθηναίων, ὡς δὲ ἐνιοί φασι Πέρωνος ἑνὸς τῶν ἀρχαίων οἰκητόρων ὀνομάσαντος ἀφ’ ἑαυτοῦ. Μέσον δὲ ἀμφοῖν Κιττὸς, ὑπό τε πλήθους καὶ εὐτροφίας τοῦ φυομένου κιττοῦ.

XXII. Περαϊκῷ δὲ συνεχὴς Καμάρα, προσάντης καὶ πνεύμασιν ἐπίδρομος ἀκτή· παρ’ ὃ καὶ πολλὴν ἐπιδέχεται τῆς θαλάσσης τὴν ἀνακοπήν.

XXIII. Ἔνθεν ἡ καλουμένη Σαπρὰ θάλασσα, πέραν μὲν τοῦ παντὸς κόλπου (κεῖται γὰρ ἐν τῷ πυθμένι τοῦ Κέρατος), ἀρχὴ δὲ τῶν καταδιδόντων εἰς αὐτὴν ποταμῶν. Ὠνόμασται δὲ, οὐκ οἶδα εἴτε κατὰ τὴν ἐκείνων γειτνίασιν (ἐπειγόμενοι γὰρ διαφθείρουσι τῆς θαλάσσης τὸ αὐθιγενές), εἴτε καὶ πρὸς τὸ ἀκινητον καὶ ἀπαθὲς ὑπὸ πνευμάτων· δύναιτο δ’ ἄν μᾶλλον ὑπὸ τῆς προχώσεως τῶν ποταμῶν, οἳ συνεχῆ καὶ μαλθακὴν καταφέροντες ἰλὺν, ἐλαφρὰν καὶ τεναγώδη παρέχονται τὴν θάλασσαν. Θήρα δὲ κἀνταῦθα τῶν ἰχθύων. Καὶ τὸ μὲν πρῶτον τῶν χωρίων Πολυρρήτιον, ἀπὸ ἀνδρὸς Πολυρρήτου. Τὸ δὲ μετὰ τοῦτο Βαθεῖα Σκωπιὰ, πρὸς τὸ βάθος τῆς θαλάσσης. Τρίτων Βλαχέρνας, ὄνομα βαρβαρικὸν ἀφ’ ἑνὸς τῶν ταύτης βασιλέων. Καὶ τὸ τελευταῖον Ὑπαλῶδες, ἀπὸ τοῦ τελματώδη καὶ πηλῷ προσεοικυῖαν ὑφιζάνειν αὐτῷ τὴν τῶν ποταμῶν παραχώρησιν· οὐ γὰρ στεριφὸς οὐδὲ ὑπόψαμμος ὁ βυθός· ὅθεν οὐδε ναυσὶν ὅτι μὴ βραχείαις περατὸς ὑπὸ

14. βαθεία A.