Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/55

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
9
PER BOSPORUM NAVIGATIO.

ἐπίκτητον ἔχων· οὐ πᾶλαι γὰρ ἀνευρίσκεται, τέως ἄρτι καὶ ἀνερεύνητος οὖσα.

XIX. Ἐπὶ δὲ αὐτῷ, τὸ καλούμενον Ἁψασιεῖον· ὠνόμασται δὲ οὕτως ἀπὸ τῶν ἀπὸ Ἀρκαδίας, καὶ Ζεὺς Ἁψάσιος ἐν τούτῳ τετίμηται. Παρέχει δὲ τῶν ἰχθύων τὴν καταγωγήν.

XX. Εἶτ' ἐνάκρα πλεῖστον ὑπερτείνουσα τὰς ἄλλας, καὶ τοῦ τε ῥεύματος καὶ τῶν πνευμάτων τήν βίαν ἐκδεχομένη. Ταύτης τὸ μὲν προέχον ἀπέρρωγεν ἐπὶ τὴν θάλασσαν, καὶ παραθεῖ βυθὸς ἀστήρικτος· τὸ δὲ κάτω, τὴν ἐντομὴν τῆς πέτρας εἱς πολλὴν διασφάγα κοπτόμενον, ὀλίγῃ συνῆπται τῇ πρὸς τὴν ἤπειρον κοινωνίᾳ, μέλλοντι καὶ λυομένῳ προσεοικός ἡ δὲ εἰκὼν τῆς ὄψεως αὐτῷ τοὔνομα προστίθησι· Μελλαποκόψας γὰρ κέκληται.

XXI. Μετὰ τοῦτο δύο τόποι, θήρας διετησίους ἰχθύων παρεχόμενοι, κατά τε ὑποστολὰς τῶν ἀκρωτηρίων καὶ βάθη κόλπων εὐδίου καὶ νηνέμου τῆς θαλάττης εἰς αὐτοὺς ἀναχεομένης. Λέγεται δὲ ὁ μὲν Ἰνγενίδας, ἥρωος ἐπώνυμον ἐγχωρίου· Περαϊκὸς δὲ ἅτερος, ὡς μὲν ὁ πλείων κατέχει λόγος

1. ἄρτη A. ‖ 4. ὑπο (corr. in ἀπὸ) τῶν. ‖ 9. διασφάγαι A. ‖ 12. θῆρας A.