Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/54

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
8
DIONYSII BYZANTII

XV. Ἔνθεν Σκιρωνίδες ὠνομάσθησαν πέτραι, τοὔνομα καθ’ ὁμοιότητα τῆς δυσχωρίας Κορινθίων θεμένων· ἐκοινώνησαν γὰρ Κορίνθιοι τῆς ἀποικίας, καὶ τὰ εἰκότα θαυμάζονται.

XVI. Μεθ’ ἃς προμήκης αἰγιαλὸς, χωρίον οὐδενὸς τῶν ἀρίστων εἰς θήραν ἰχθύων χεῖρον, πρός τε τοῦ βυθοῦ τὸ μέγεθος (ἐν ὀλίγοις γὰρ ἀγχιβαθὴς) καὶ τῆς θαλάττης τὸ πραῢ καὶ εἰς τὴν ἀκτὴν ἐπίδρομον. Κύκλα δὲ ὠνόμασται, κυκλωσαμένων, ὡς οἶμαι, τῶν Ὲλλήνων ἐνταῦθα τοὺς βαρβάρους. Παρ’ ὃ καὶ βωμὸς Σκεδασίου Ἀθηνᾶς, αἰνιττόμενος τὸν ἐκ τῆς κυκλώσεως τοῦ πλῆθους σκεδασμόν.

XVII. Τὰ Κύκλα δὲ ἐκδέχεται Μελίας κόλπος, εὔθηρος μὲν ὡς οὐχ ἕτερος· ἐν ἅπασι γὰρ δὴ πάντων περίεστι· ταῖς δὲ ἀνατεινούσαις ἄκραις καὶ τοῖς ὑπ' ἀμφότερον ὑφάλοις ἕρμασι συγκλειόμενος. Ὠνόμασται δὲ ἀπό τινος ἥρωος ἐπιχωρίου, καὶ ἔστι περὶ τὴν ἄγραν τῶν ἰχθῦων ὡς ἐπὶ πλεῖστον ἀναμάρτητος.

XVIII. Μεθ' ὃν ὁ καλοῦμενος Κῆπος, τὸ μὲν ὄνομα λαβὼν ἀπὸ τῆς γῆς· κηπεῦεσθαι γὰρ ἐν ὀλίγοις ἀγαθή· τὴν δὲ ἀπὸ τῆς θαλάσσης ἐργασίαν

4. χωρΐον, οὐδενὸς A. ‖ 5. χεῖρ corr. in χείρων A. ‖ 8. σκέδας ἀθηνᾶς αἰνιττόμενον A.