Σελίδα:Anaplous Bosporou 1874.pdf/53

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7
PER BOSPORUM NAVIGATIO.

τήν πόλιν αὐχένος, ἠρέμα κατιόντος ἐπὶ τὴν ἀκτήν· ἔπειτα Γῆς Ὀνησιδώρας τέμενος ὑπὲρ τῆς θαλάσσης, κατὰ κορυφῆς μὲν ἄστεγον, ἐπισημηναμένων, οἶμαι, τῶν ἀρχαίων τῆς Γῆς τὸ αὐτεξούσιον, λίθου δὲ ξεστοῦ περιβόλῳ συγκλειόμενον.

XIII. Μικρὸν δὲ ὑπὲρ αὐτοῦ Δήμητρος καὶ Κόρης παράλληλα· γραφαὶ δὲ ἐν αὐτοῖς ἱκαναὶ, τῆς πρόσθεν εὐδαιμονίας παράσημον ἔτι λείψανον· τά γε μὴν ξόανα, τέχνης ἀκριβοῦς οὐδὲν χείρω τῶν ἄκρων.

XIV. Κατὰ δὲ ἀπόβασιν τῆς θάλλάττης δύο νεὼ, Ἡρᾶς καὶ Πλούτωνος· λέγεται δὲ αὐτῶν οὐδὲν, ὅτι μὴ τοὔνομα· τὸν μὲν γὰρ οἱ σὺν Δαρείῳ κατᾶ τὴν Περσῶν ἐπὶ Σκύθας ἔλασιν ἐνέπρησαν, τῷ βασιλεῖ τιμωροῦντες ἀνθ' ὧν ᾐτιᾶτο τὴν πόλιν· τὸν δὲ τοῦ Πλούτωνος ὁ Μακεδὠν Φίλιππος, ἡνίκα προεκαθέζετο τῇ πόλει, χρείᾳ τῆς ὕλης καθεῖλε· προστίθησι δὲ ἡ μνήμη τοῖς χωρίοις τῆν ἐπωνυμίαν· τὸ μὲν γὰρ ἡ τοῦ Πλούτωνος ἄκρα, τὸ δὲ [Ἡραία ἄκρα] λέγεται. Πολυείδῳ μάντει καὶ τοῖς ἐκείνου παισὶν ἐνταῦθα καθ’ ἕκαστον ἔτος ἐντέμνεται σφάγια, τοῦ μὲν λήγοντος ἔτους, τοῦ δὲ ἱσταμένου· τὸ δὲ ἔθνος Μεγαρικόν.

9-10. οἱ σῢν δαρείω περσῶν κατὰ τὴν ἐπῒ σκύθ. ἔλ. A. ‖ 14. τὸ δὲ ἡραγτά λέγεται A.